# Epitomae Medicae Libri Septem 191.1

Paulus, Epitomae Medicae Libri Septem, 191.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/paulus/epitomae-medicae-libri-septem/191.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/paulus/epitomae-medicae-libri-septem/191.1

21 Περὶ ἐλκῶν. μυοκέφαλον ABCEFGHKMa πλεῖον K 31 παραπλησίος K Τῶν ἐν ὀφθαλμοῖς ἐλκῶν τὸ μὲν γένος ἓν ἐστιν, αἱ δὲ κατὰ μέρος διαφοραὶ πλείονες· τὸ μὲν γὰρ ἐν τῷ κερατοειδεῖ κοιλὸν τε καὶ στενὸν καὶ καθαρὸν ἔλκος βοθρίον ἐπονομάζεται, τὸ δὲ πλατύτερον μὲν τοῦ βοθρίου ἧττον δὲ βαθὺ κοίλωμα καλεῖται, ἄρχεμον δὲ τὸ ἐπὶ τοῦ τῆς ἴρεως κύκλου γινόμενον ἐπιλαμβάνον τι καὶ τοῦ πέριξ, ὥστε κατὰ μὲν τὸ ἔξω τῆς ἴρεως ἐνερυθὲς φαίνεσθαι, κατὰ δὲ τὸ ἔνδον λευκόν· τὸ δὲ ἐπίκαυμα ἔλκος ἐστὶ ῥυπαρὸν καὶ ἀκάθαρτον καὶ ἐξαρῦδες, οὔπερ ἀνακαθαιρουμένου πολλάκις ἐκρεῖ τὰ ἐν τῷ ὀφθαλμῷ ὑγρά· καὶ ἄλλαι δὲ πλείους ἐλκῶν εἰσὶ διαφοραί, περὶ ὧν κοινότερον ἐροῦμεν. εἰ μὲν οὖν τύχοι τὸ ἔλκος ἄμα φλεγμονῇ συστήναι, καὶ τὴν θεραπείαν διὰ τῶν τὴν φλεγμονὴν πραΰνειν τε καὶ συμπέττειν δυναμένων ποιητέον ἄμα τῇ καὶ πρὸς τὸ ἔλκος ἰδιότητι· τοιαῦτα δὲ ἐστὶ κολλούρια μὲν τό τε Λιβάνιον καὶ ὁ κύκνος καὶ τὰ πηλάρια καλούμενα καὶ ὁ ἀστήρ καὶ τὰ παραπλήσια, καὶ ὅσα δι’ ἀμύλου καὶ γῆς ἀστέρος καὶ ψιθυδίου σύγκειται. πάντων δὲ μᾶλλον ἀνῴδυνον ἴσμεν τὸν Νειλάμμωνα· ἀλλὰ μὴ ἐγχρονίζωμεν αὐτῷ διὰ τὸ πᾶν νάρκωτικόν. ἄριστον δὲ καὶ τὸ διὰ ζεμάτων οὐκ ἔχον οὔδὲ τὸ νάρκωτικόν. εἰ δὲ σὺν ρέυματι τὸ ἔλκος εἴη, τῶν πρὸς ἐκεῖνο κολλουρίων τι μίζομεν, ὁποῖόν ἐστι τὸ τε δι’ ὕδρας καὶ τὸ Χιακὸν ὁ τε κιρρὸς κύκνος, καὶ ὅσα τῆς ἀποκρουστικῆς ἀδήκτου μετέχει δυνάμεως. ῥυπαρῶν δὲ τῶν ἐλκῶν ὄντων τῷ τε μελικράτῳ μετρίως ὑδαρεῖ καὶ τῷ τῆς τήλεως ἀφεψήματι χρησόμεθα καθ’ ἑαυτά τε καὶ σὺν τοῖς πρὸς τοῦτο κολλουρίοις, δριμυτέρων μὲν ὄντων τῶν ἐλκῶν Σεβηριανῷ τε καὶ διὰ χυλοῦ τήλεως, μὴ δριμέων δὲ τοῖς τε διασμύρνοις καὶ ναρδίνοις. καθαρθέντα δὲ τὰ ἔλκη καλῶς πέφυκεν ὁ Κλέων ἀφουλοῦν πρὸς τῷ καὶ τὴν οὐλὴν ὁμόχρουν ἐργάζεσθαι.

---

Paulus, Epitomae Medicae Libri Septem. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002689.
