# Epitomae Medicae Libri Septem 194.4

Paulus, Epitomae Medicae Libri Septem, 194.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/paulus/epitomae-medicae-libri-septem/194.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/paulus/epitomae-medicae-libri-septem/194.4

ἡ δὲ ἀνθράκωσις καὶ αὕτη κακότης ἕλκος ἐστὶν ἐξαρωδες, ποτὲ μὲν ἐν τῷ βολβῷ, ποτὲ δὲ ἐν τῷ βλεφάρῳ, καθάπερ κἂν τοῖς ἄλλοις τοῦ σώματος μέρεσιν, συνισταμένον. ἐπὶ μὲν οὖν τῶν κατὰ τὸν βολβὸν ἀνθρακώσεων κατ' ἀρχὰς μὲν δεῖ κενοῦν κλιστήρι πρῶτον, εἶτα τῷ γάλακτι ἀπέφθω συμέτρως καθάρειν, εἶτα σπόγγῳ πυρίσαντα καταπλάσσειν ἀλεύρῳ ὀροβίνῳ ἢ πυρίνῳ ἐν μελικράτῳ ἐφθῷ, ἐνίοτε καὶ ἰρὶν λεπτὴν προσεμπλάσσοντα, καὶ γάλακτι ἐγκλύζειν τὸν ὀφθαλμόν. ἐὰν δὲ νέμηται τὰ ἕλκη, φακῷ καταπλάσσειν μετὰ μέλιτος ἢ μήλων Κυδωνίων ἐφθῶν, ἐπὶ πλεῖον δὲ νεμομένου ἐλαίας φύλλοις ἐφθοῖς ἢ σιδίοις ἐν οἴνῳ ἠψημένοις λείοις μετὰ μέλιτος· ἐπισταθεῖσις δὲ τῆς νομῆς καὶ τῆς ἐσχάρας ἐκπεσούσης διὰ τῆς ἐπιθέσεως τοῦ φαρμάκου τοῦ εἰρημένου καὶ καθαρῶν τῶν ἑλκῶν γενομένων καταπλάσσειν λεκίθοις ὀπταῖς λείοις μετὰ κρόκου καὶ μέλιτος μέχρι κατουλώσεως. τὸ δὲ φαρμακὸν ἐστὶ τοῦτο· σποδίου < δ, σμύρνης μὴ ἄγαν πεφωσμένης

---

Paulus, Epitomae Medicae Libri Septem. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002689.
