# Epitomae Medicae Libri Septem 21.4-22.3

Paulus, Epitomae Medicae Libri Septem, 21.4 to 22.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/paulus/epitomae-medicae-libri-septem/21.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/paulus/epitomae-medicae-libri-septem/21.4

γ'. Περί τοῦ τῆς τροφοῦ γάλακτος. Γάλα δὲ βέλτιστόν ἐστιν τὸ σύμμετρον πάχει καὶ πλήθει, χρώα, ὀσμή, γεύσει. χρήσιμον δὲ ἔστι καὶ τὸ ἐπὶ τοῦ ὄνυχος ἐπισταζόμενον 25τοῦ μεγάλου δακτύλου ὑπὸ τὴν αὐγὴν θεωροῦνενον, ὅταν ἐν τῷ κάμιπτεῖν τὸν ὄνυχα μήτε ταχέως μήτε βραδέως ἀπορρέῃ, χρήσιμον. δοκιμάζειν δὲ καὶ οὕτως· ἐγχέοντα τοῦ γάλακτος εἰς ἀγγεῖον ὑέλινον ἐμβάλλειν ταμίσου τὸ σύμμετρον καὶ διαθλίψαι τοῖς δακτύλοις, εἶτα ἕα- καὶ ὁ θύμος ἐπιτήδεια καὶ ῥαφανὶς ὀλίγη καὶ τάρυχος παλαιὸν μετ' ὀξυμέλιτος. εἰ δὲ που γένοιτο δριμύτερόν τε καὶ λεπτότερον, ἐνταῦθα τῶν μὲν πόνων κουφίζειν τῶν πολλῶν, εὐωχεῖν δὲ τὴν τῆς ῥοφῆμασί τε καὶ κρέασι χοίρων καὶ σίραιον διδόναι πίνειν καὶ οἶνον γλυκύν. εἰ δὲ ἥσσον γένηται, τῶν τε ῥοφημάτων προσφέρειν καὶ δαμιλέστερον διαιτᾶν καὶ οἶνον διδόναι πίνειν γλυκύν καὶ ἀνατρίβειν στήθος καὶ τιτθοὺς, ταῖς δ' ἂν καὶ σικύα προσβαλλομένην παράχοι τὰ δέοντα. φάρμακα δὲ πρὸς γάλακτος γένεσιν ὅτι μὲν ἀνύει τι, οἶδα, οὐ μὴν συνεχῶς χρήσθαι αὐτοῖς κελεύω· συντήκει γὰρ βιαϊότερον. ἔστι δὲ μαράθρου τε ῥίζα καὶ ὁ καρπὸς ἠψημένα πτισάνῃ κυτίου τε φύλλα ἐν σαντας, ἕως οὐ παγή, θεωρεῖν, εἰ ἐλαττον τὸ τυρώδες τοῦ ὀρώδους· οἴνῳ μέλανι ἢ πτισάνῃ καὶ μελάνθιον γλυκὺ καὶ ἄνθον καὶ σταφυλίνου ῥίζα καὶ ὁ καρπός· χρὴ δὲ θερμῷ προσαιονήσαντας οὕτω προσφέρειν. πᾶν μέντοι τὸ πονηρὸν γάλα, καὶ εἰ παχὺ εἴη ἢ δριμὺ καὶ δυσώδες, προαμέλξασαν οὕτω προστίθεσθαι τὸ παιδίον τὸ τε δριμὺ μηδέποτε ἄσιτῳ διδόναι. τὰς δὲ δυσωδίας κἂν οἶνος εὐώδης καὶ σίτιον ἤδὺ διορθοῦν δύναται. περὶ τοῦ τετυρωμένου γάλακτος ἐν τῷ περὶ μασθῶν κατὰ τὸ τρίτον βιβλίον λεχθήσεται. ε' Κομιδὴ παιδίου. Πρώτην τροφὴν εἰσφέρειν δεῖ τῷ νεογενεῖ παιδίῳ τοῦ μέλιτος, μετὰ δὲ τοῦ γάλακτος διδόναι δις τῆς ἡμέρας ἢ τρίς τὸ πλεῖστον. τὸ γὰρ τοιούτον γάλα ἄχρηστον, τὸ δὲ ἐναντίον δύσπεπτον, ἄριστον 1 ταμίσου τῷ] om. D: mrg. γρ. πτυίας K² διαθλίψας F: διαθλίψε K

---

Paulus, Epitomae Medicae Libri Septem. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002689.
