# Epitomae Medicae Libri Septem 229.1-38

Paulus, Epitomae Medicae Libri Septem, 229.1 to 229.38. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/paulus/epitomae-medicae-libri-septem/229.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/paulus/epitomae-medicae-libri-septem/229.1

ἐπὶ πλέον ἔχει καὶ ἀνορεξία, καὶ τὸ ἀναφερόμενον δυσῦδες ὑπάρχει θύμου μετὰ μέλιτος. συνεργεῖ δὲ πρὸς τὴν ῥῆσιν καὶ ταριχογραφία καὶ τῆς διὰ κολοκυθίδος ἱερὰς καταπότια πρὸς κοίτην λαμβανόμενα. ἀρξαμένου δὲ ἐκκρίνεσθαι τοῦ πύου αὐθίς διδόναι τὸ ἀπόζωμα τοῦ ὕσσωπου καὶ ἵρεως καὶ γλυκυρίζης ἐψηθέντων ἐν μελικράτῳ ἢ τὴν γλυκυρίζαν λειωθείσαν μετὰ ἑσκάμου καὶ καταπλάσσειν γύρει ἐν μελικράτῳ καὶ ἐλαίῳ ἐψηθείῃ. δυσανακαθάρτου δὲ τῆς ἐλκύσεως οὐχὶ τοῖς συνθέτοις χρηστέον, οἷον ἐστὶ τὸ τε διὰ πρασίου ἁπλοῦν καὶ σύνθετον καὶ τὸ δι’ ὀρόβων τὸ τε δωδεκάθεον καὶ τὸ Φιλοσένου προσαγορευόμενον. τοῖς δὲ εἰς φθίσιν μεταπεσοῦσι δίδου κεφαλῶτα πρᾶσα συντεθιγκότα τοῖς ἀπὸ χόνδρου ἢ πτισάνης ῥοφήμασιν· ἤδη δὲ καὶ καθ’ ἑαυτὰ δις ἐψη- φαῦδρα. μένα δοτέον. τὸ δὲ πινόμενον ὕδωρ ὀμβρίον ἔστω καὶ μελίκρατον ἐξ αυτοῦ. καταπλασκέσθωσαν δὲ κατ’ ἀρχὰς τῶν ἀνέσεων τοῖς διὰ λινόσπέρμου καὶ γύρεως δι’ ἀφεγήματος τήλεως ἢ μαλάχης ἐλαίου τε καὶ μέλιτος καὶ φύλλων ἀλθαίας. χρόνου δὲ παρεληλυθότος ἐπὶ τὰς κηρωτάς μεταβατέον τὰς διὰ βουτύρου καὶ κυπρίνου καὶ δαφνίνου καὶ ἵρεως· καὶ τῇ Μνασαίου δὲ χρηστέον ἐμπλάστρω. ῥευματιζομένων δὲ τῷ θύ- ρακι τῆς δι’ ἰτευῶν ἐπιθετέον· προποτιστέον τε αὐτοὺς τὰ ἐμπροσθεν ἐπὶ τῶν ἐμπύων ἁπλὰ λελεγμένα καὶ τινὰ τῶν συνθέτων. τῆς δὲ βηχὸς χαλεπῶς ἐπικρατοῦσης θύμον καὶ ὕσσωπον μετὰ χυλοῦ γλυκυρίζης μέλιτι ἀπέφθω ἀναλαβὼν καὶ πλάκας ὑπὸ τῇ γλώττῃ δίδου κρατεῖσθαι· Θεραπεία. ἀρμόσει δ’ ἄν αὐτοῖς καὶ ἡ Μιθριδάτου ἐκ διαλειμμάτων ἀντίδοτος καὶ ἡ διὰ ἐχιδνῶν. ἄριστον δὲ τούτοις βοήθημα καὶ ἡ Ἀρμενία βῦλος πινομένη καὶ ἡ Ἑσδρα ἀντίδοτος οὐδὲν ἧττον τῶν εἰρημένων. 1 ἐπὶ πλέον om. D ἔχειν K 4 τοίνυν] οὖν E: om. a μὲν] ἐν D om. a 10 μετὰ] καὶ ὀριγάνου μετὰ D 11 τῆς . . . ἱερὰς] ἡ ἱερὰ D 13 γλυκειᾶν ρίζαν K 15 ἐψηθείσι AF: ἐψηθείσιν E 17 τὸ τε δωδεκάθεον] Δεῖ τοίνυν πρῶτον μὲν τῇ πέψει τοῦ ἐμπυήματος συνεργεῖν διὰ

---

Paulus, Epitomae Medicae Libri Septem. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002689.
