# Epitomae Medicae Libri Septem 230.2

Paulus, Epitomae Medicae Libri Septem, 230.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/paulus/epitomae-medicae-libri-septem/230.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/paulus/epitomae-medicae-libri-septem/230.2

1 Ἡ κυρίως πλευρίτις φλεγμονὴ τοῦ τὰς πλευρὰς ὑπεζωκότος ὑμένος ἐστίν, ἡ συνεδρεύει δύσπνοιά τε καὶ βῆξ καὶ συνεχὴς πυρετὸς καὶ πόνος διήκων ἄχρι κλειδὸς καὶ ὑποχονδρίου. διακρινεῖς δὲ τὴν πλευρίτιν τῆς ἐν ἧπατι φλεγμονῆς (καὶ γὰρ ἐπ’ ἐκείνης ἀπαντα ταῦτα φαίνεται) τῷ τοῖς μὲν πλευριτικοῖς νυγματῶδη τε τὴν ὀδύνην γίνεσθαι καὶ τὴν βῆχα ποτὲ μὲν ἀπτυστον, ὅτε καὶ ἀπεπτον δηλοῦται τὸ νόσημα, ποτὲ δὲ καὶ πτύελον ἀναφέρουσι δηλωτικὸν τοῦ τὴν νόσον ἐργαζομένου χυμοῦ (ἐρυθρὸν μὲν γὰρ καὶ ὑφαῖμον αἵματος πλεονάζοντος ἀνάγεται, ξανθὸν δὲ καὶ ὑψυχρον τῆς ξανθῆς χολῆς, ὥσπερ αὐ λευκὸν καὶ ὑπαφρον τοῦ φλέγματος, ἐπὶ δὲ τῷ μελαγχολικῷ χυμῷ μελάντερον), καὶ τὸν σφυγμὸν σκληρὸν τε καὶ ἐμπρίοντα ἴσχυσι· τοῖς δὲ τὸ ἧπαρ φλεγμαινοῦσι μήτε νυγματῶδη τὸν πόνον εἶναι μήτε τὸν σφυγμὸν ἐπὶ τοσοῦτον σκληρόν, ἀλλὰ καὶ τὴν βῆχα διὰ παντὸς ξηρὰν τε καὶ ἀπτυστον γίνεσθαι καὶ τὸ πρόσωπον ἀχρούτερον φαίνεσθαι. ὅσαι δὲ πλευρίτιδες διὰ τὴν τῶν ἐξωθεν μυῶν γίνονται φλεγμονήν, αἵτινες οὐδὲ κυρίως εἰσὶ πλευρίτιδες, μετὰ τοῦ μήτε βήττειν μήτε πτύειν μήτε σκληρὸν εἶναι τὸν σφυγμόν, ἤν τις τῇ χειρὶ ψαύσῃ τοῦ πεπονθότος τόπου, ἀλγοῦσι, καί, εἰ μὴ διαφορηθῇ, πυωθεῖς ὁ ὀγκὸς ἐπὶ τὰ ἔκτος ἐπιμηθῆναι παραγίνεται, τῆς ἐπὶ τῇ τοῦ τὰς πλευρὰς ὑπεζωκότος ὑμένος φλεγμονῇ πλευρίτιδος οὐκ ἐπὶ τοῦτο φερομένης· ἐκείνη γάρ, εἰ μὴ θάκοι ἀνακαθαιρομένη ἢ ἔκτος ἢ ἐνδοθεν ἐμπύημα, πολὺ πρότερον εἰς περιπνευμονίαν μεθίσταται.

---

Paulus, Epitomae Medicae Libri Septem. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002689.
