# Epitomae Medicae Libri Septem 264.1

Paulus, Epitomae Medicae Libri Septem, 264.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/paulus/epitomae-medicae-libri-septem/264.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/paulus/epitomae-medicae-libri-septem/264.1

χυλοῦ κύαθος εἰς μελίκρατον καὶ πτέρεως χυλὸς ὁμοίως. εἰ δὲ καὶ σὺν ἐμφράξει μετρία γένηται ἡ δυσκρασία, δι’ οἴνου τῶν λεπτῶν τινος καὶ διουρητικῶν αὐτὰ διδόναι· καὶ καταπότιον δὲ λαμβάνον κιχωρίου < δ, χαμαιπίτυος ῥίζης < δ, ἐν μέλιτι ἐφθῷ δίδου καρύου Ποντικοῦ μέγεθος, καὶ ὕδωρ ἐπιπροσθείτω θερμόν. καὶ τὰ δι’ ὀπίου δὲ καὶ σπέρματος ὕοσκύαμου προποτιστέον αὐτοὺς καὶ αὐτὴν τὴν τοῦ Φίλωνος ἀντίδοτον. ἐφ’ ὧν δὲ τὰ τῆς θέρμης ἐπιτείνεται, καὶ ῥόδιον ὡς ὅτι κάλλιστον αὐτοῖς ἢ μήλινον διδόναι πίνειν, τροφὴν δὲ χυλὸν πτισάνης ἢ χόνδρου σὺν ὑδροροσάτῃ λαμβανέτωσαν καὶ ἄρτον ὁμοίως ἐξ ὕδατος μετὰ τινος τῶν τοιούτων ἡδέων πομάτων, καὶ ἀπλῶς εἰπεῖν τὰς ἐμψυχούσας μετρίως χωρὶς τοῦ ἐμρράττειν τροφὰς λαμβανέτωσαν οἴνου τὸ παράπαν ἀπεχόμενοι, πλὴν εἰ μὴ δι’ ἑτέραν αἰτίαν, οἷον ἀτονίαν στομάχου, τούτου χρήζοιεν· καὶ τότε τῶν λεπτῶν καὶ ὀλιγοφόρων τινὸς ὑδάρη διδόναι. καὶ τὸ ἐν ἧπατι δὲ ἐρυσίπελας παραπλησίως θεραπευτέον. ψυχρὰς δὲ τὰς δυσκρασίας ὑπάρχούσας διὰ τῶν ἐναντίων ἕναι· ἄρτον τε οὖν αὐτοῖς σὺν οἴνῳ δοτέον καὶ τὴν δίσεφρον ἢ τρίσεφρον κράμβην, καστάνων τε γευέσθωσαν καὶ σταφίδων καὶ ὀρνίθος κατὰ τὸ ἀρκοῦν, καὶ οἴνου πινέτωσαν· προποτιστέον δὲ αὐτοὺς τὸ εὐπατόριον ἢ τὸ ἀκάρον ἢ τὸ διὰ πεπέρεων, κἂκ τῶν ἐμπροσθεν πρὸς κοιλιακοὺς τε καὶ δυσεντερικοὺς ἀναγεγραμμένων ἐπιλεκτέον τὰ πρόσφορα. αἱ δὲ κυφοειδεῖς καλούμεναι πρὸς μὲν τὰς θερμὰς δυσκρασίας οὐδὲ ὅλως ἀρμόζουσιν, πλὴν εἰ μὴ ὀλίγῃ τις ἡ θέρμη σὺν ὑγρότητι πλείονι γένοιτο· πρὸς δὲ τὰς ψυχρὰς ἄριστα βοηθήματα, καὶ μᾶλλον, εἰ σὺν ὑγρότητι ἢ ἐμφράξει γένοιτο τοῦ ἧπατος.

---

Paulus, Epitomae Medicae Libri Septem. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002689.
