# Epitomae Medicae Libri Septem 269.1

Paulus, Epitomae Medicae Libri Septem, 269.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/paulus/epitomae-medicae-libri-septem/269.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/paulus/epitomae-medicae-libri-septem/269.1

ἕως Γ α. διουρητικὸν δὲ καὶ τοῦτο κάλλιστον· στυπτηρίας ὕδρας ἠλίκον κύαμον ὕδατι διαλύσας διθήσας τε δι’ ὀθόνης πότιζε ἐπὶ τρεῖς ἡμέρας ἢ παρὰ μίαν. ἀρμόζει δὲ καὶ τούτοις ἡ διὰ τοῦ ὀξυμέλιτος πικρὰ ἢ τε θεοδύρητος καὶ ὁ διὰ τῶν πικρῶν ἀμυγδάλων τροχίσκος. ὕδραγωγὰ δὲ πλεῖονα μέν εἰσι, πεπειραμένα δὲ ταῦτα· Κνίδιοι κόκκοι μ ἢ ν ἢ λαθυρίδες κ ἢ λ ἢ εὐφορβίου κεράτια ε ἢ ζ ἢ λεπίδος χαλκοῦ < β ἢ γ μετὰ ψυχῶν ἀναληφθεῖσαι καὶ καταπότια γενόμεναι ἢ τῆς ἄκτης τῆς ρίζης τοῦ φλοιοῦ ὁ χυλὸς ποθεὶς μετὰ κονδίτου ἢ χαμελαίας φύλλων καὶ χαλκοῦ κεκαυμένου καὶ ἄνιου τὸ ἴσον· δίδου ἐν ὕδατι, κατ’ ἀρχὰς μέν < α, διαστήσας δὲ καὶ β καὶ πλείω. καὶ ταῦτα δὲ θαυμαστὰ κατα- 10 πότια· ἄλός, εὐφορβίου, κόκκου Κνιδίου ἀνὰ Γ α, ῥέου Γ Λ’· ἀναλάμβανε χυλῷ κράμβης καὶ πλάσσε καταπότια· δίδου κεράτια ζ ἢ θ. καὶ ἡ διὰ τοῦ καρυοφύλλου δὲ ἀντίδοτος ὕδωρ ἄγει θαυμαστῶς. καὶ οἶνον δὲ πειρατέον αὐτοῖς ὕδραγωγὸν διδόναι, ἔστι δὲ κάλλιστος οὕτος· σκίλλης Γ γ, σελίνου σπέρματος, καππάρεως ρίζης φλοιοῦ, πεπέρεως 15 ἀνὰ < δ, κόκκου Κνιδίου λελεπισμένου < α, φύλλου < α, μαλαβάθρου σφαίρια β, οἴνου καλλίστου κοτύλαι ιβ, μέλιτος ὠμοῦ λι. ζ· κόψας σήσας ἐμβρέχε τῷ οἴνῳ, τὴν δὲ σκίλλαν συλλέαινε· ἡ δόσις κύαθοι γ. μετὰ δὲ τὴν τοῦ ὕγροῦ κένωσιν καὶ θηριακὴ χρηστέον· καὶ τοῦ βολβίτου δὲ καυθέντος ὅσον κοχλιάριον δι’ οἴνου πινόμενον καθ’ ἡμέραν 20 μεγάλως ὀνίνησι. καὶ κλύσμασι δὲ χρηστέον δριμυτέροις, πλὴν εἰ μὴ τὰ τῆς γαστρὸς αὐτομάτως ἐξυγραίνοιτο· τθνικαῦτα γὰρ μᾶλλον ἐπιζηραίνειν αὐτὴν προσήκει. ἐπὶ δὲ γυναικῶν ὕδρωπιωσῶν καὶ πεσσῶ χρηστέον τῷδε· ἄνιου, καρδαμώμου, κυμίνου, νίτρου, ἀριστολογίας, τήλεως, γλήχωνος, κύκων τοῦ ἐντὸς ἴσα σουνίῳ ἀναληφθέντα προστι- 25 θέσθω. μετὰ δὲ ταῦτα καὶ τοῖς αὐτοφυέαι χρηστέον ὕδασιν ἐπιμόνως 4 καὶ τῷ ψαμμικῷ, τῶν δὲ ἄλλων λουτρῶν αὐτοὺς ἀφεκτέον· εἰ δὲ ποτε καὶ λούοιντο, χρήθωσαν ἐν τῷ λουτρῷ τοῖς διὰ νίτρου τε καὶ ἄλυν καὶ νάπυος τιτάνου τε καὶ τῶν παραπλησίων ἐμπάσμασι. ταῦτα

---

Paulus, Epitomae Medicae Libri Septem. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002689.
