# Epitomae Medicae Libri Septem 280.2

Paulus, Epitomae Medicae Libri Septem, 280.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/paulus/epitomae-medicae-libri-septem/280.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/paulus/epitomae-medicae-libri-septem/280.2

φλεβοτομεῖν οὖν αὐτίκα καὶ δίαιταν ἐφεξῆς λεπτὴν τε καὶ ἀοῖνον ἐπιτρέπειν καὶ καθῆραι μὲν ἰχυρῶς μηδέποτε, ἡσυχῇ δέ. ἄριστον μὲν οὖν ἐστι τεῦθλον καὶ μαλάχη καὶ τῆς λινозώσεως ὀλίγον καὶ τῶν κογχαρίων ὁ ζωμός· οὐ κάκιον δὲ καὶ ἀπλῶς κλύζειν. τὰς δὲ οὐρητικὰς δυνάμεις φυλακτέον. ἐπιφέρειν δὲ καὶ τῇ ὀσφύι τῶν ψυχόντων, οἷον στρύχνου χυλὸν ἢ ἀνδράχνης ἢ ὕοσκυάμου ἢ κωνείου. ἀναγκαῖον δὲ καὶ τὸν καυλὸν καὶ τὸν περίνεον τῶν πραυνόντων ψυκτηρίων καταχρίειν τινί, οἷον λιθαργύρῳ, Κιμωλίᾳ, ψιμυθίῳ, ὀξεῖ διμενοῖς ἢ ὕδατι ἢ οἴνῳ γλυκεῖ ἢ σιραῖῳ. ὕπτιον δὲ ἀναπαύεσθαι βλαβερόν. πίνειν δὲ τὴν τῆς νυμφαίας ρίζαν καὶ ἱριν καὶ ἀδιάντον· τοῦ δὲ πηγάνου συμφέρει ἂν καὶ τῷ γονορροικῷ καὶ τῷ σατυριῶντι. τροφὴν δὲ διδόναι σιτῶδη ὀλίγην καὶ δίψει πιέζειν. ἐπιμένοντος δὲ τοῦ πάθους σικυαστέον μετὰ καταχασμοῦ· εἰ δὲ πλήθος παρακέοιτο, καὶ βδέλλαις κενοῦν καὶ τὰς κοιλίας ὑμὴ λύσει καταπλάσσειν.

---

Paulus, Epitomae Medicae Libri Septem. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002689.
