# Epitomae Medicae Libri Septem 289.2

Paulus, Epitomae Medicae Libri Septem, 289.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/paulus/epitomae-medicae-libri-septem/289.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/paulus/epitomae-medicae-libri-septem/289.2

ἐβ'. Περὶ ὑπερακαθάρσεως αἱμορραγούσης ὑστέρας. ὑπερακαθάρσεις δὲ γυναιξὶ γίνονται ποτὲ μὲν τῶν καταμηνίων 1 ἐπιτεινόντων καὶ ἀθροώτερον φερομένων, ποτὲ δὲ ἐπὶ τελείαις ἀποτέξεσιν, αἵτινες ὡς τὸ πολὺ καὶ αὐτομάτως παύονται· συνεχῶς δὲ καὶ ἐπὶ ἀμβλώσεσιν ἰσχυρῶς αἱμορραγοῦσιν, ὥστε πολλάκις ἐπιγίνεσθαι κίν- 10 δυνον. πρῶτον μὲν οὖν διασφίγγειν τὰ κῦλα ἀπὸ τε μασχαλῶν καὶ βουβώνων, διδόναι δὲ πίνειν ὀξὺ κρατον μὴ ψυχρόν καὶ προσαντλεῖν ὀξυκράτῳ, ἐπιτιθέναι τε τοῖς τόποις πολλὰ ἔρια ἐξ οἴνου καὶ ἐλαίου ἢ ῥοδίνου ἢ μηλίνου ἢ μυρίνου ἀποτεθλιμμένα. τροφὴν δὲ δοτέον χόνδρον πλυτὸν ἐξ ὀξυκράτου ἢ ὀρυζαν ἢ ἄλκα, οἴνου δὲ ἀπέχοντας 15 ὑδρόμηλον αὐστηρὸν ἢ ὀμφακόμελι ἢ τι τῶν τοιούτων αὐταῖς δοτέον· προποτίζειν δὲ βαλαύστιον ἐν ὀξυκράτῳ ἢ ὑποκιτίδος ἢ ἀκακίας χυλὸν ἢ λύκιον ἢ Κάμιον ἀστέρα ἢ ὀμφακα ξηρὸν ἢ ῥέον ἢ φελλοῦ ἐξ Ἰταλικοῦ κεραμίου καυθέντος τὴν σποδὸν ἢ σῆκαμον ἐσθίειν ἐν ὀξυκράτῳ βραχέα, ἕως οὖ τρυφερὸν γένηται. πρόσθετα δὲ διὰ τοῦ γυ- 20 ναϊκείου στέλλει τὰς αἱμορραγίας ὑποκιτίδος χυλὸς ἢ ἀκακίας. σὺν μάννῃ λειωθέντες σὺν ὄξει. θαυμαστῶς δὲ ἀρῆγει σπόγγος καινὸς ὑγρᾷ πίττῃ δευθείς καὶ προστεθείς ἢ καιομένου αὐτοῦ ἢ σποδία μετ' ὄξους ἢ ὀξυκράτου προστιθεμένη, ὁμοίως δὲ καὶ ἡ τοῦ φελλοῦ τοῦ ἀπὸ Ἰτα- 24 λικοῦ κεραμίου καυθέντος σποδία. ἐξωθεν δὲ ἐπιτιθέμενα ὠφελεῖ τὰ 2 στύφοντα ἐπίθεματα καὶ τὰ διὰ φοινίκων καὶ Κυδωνίων καταπλάσματα προσειληφότα σῖδια ἢ πρινοβαλάνου ἢ βάτου τοὺς ἀκρεμόνας ἢ σχίνου φύλλα, βαλαύστιον, ἀκακίαν, ὑποκιτίδα, κηκίδα, βραχὺ στυπτηρίας.

---

Paulus, Epitomae Medicae Libri Septem. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002689.
