# Epitomae Medicae Libri Septem 292.1

Paulus, Epitomae Medicae Libri Septem, 292.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/paulus/epitomae-medicae-libri-septem/292.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/paulus/epitomae-medicae-libri-septem/292.1

κύψιν. παρέπεται δὲ τῇ φλεγμονῇ τῆς μήτρας πυρετὸς ὀξὺς ὀδύνη τε τῆς κεφαλῆς καὶ τένοντος καὶ βάσεων ὀφθαλμῶν καρπῶν τε καὶ δακτύλων καὶ τραχήλου κατασπασμός, παρέγκλισις ἐπὶ τάναντία, στομάχου συμπάθεια, μῦς τοῦ τῆς ὑστέρας στομίου, σφυγμοὶ μικροὶ πυ- 5 κνοί. καὶ εἰ μὲν ἀμυδρὰ εἴη ἡ φλεγμονή, οὐκ ἰχυρῶς αὐτὴν ὀδυνῦνται τὴν ὑστέραν· εἰ δὲ ἰχυρά, καὶ αὐτὴ πᾶσα σφυγματωδῶς ὀδυνᾶται, ὅλη μὲν φλεγμαινοῦσα δι’ ὅλης αὐτῆς, εἰ δὲ μέρος φλεγμαινοί, κατὰ τοῦτο μᾶλλον ἢ ὀδύνη διασημαίνει· τῶν μὲν γὰρ ὀπίσθεν αὐτῆς μόνον φλεγμαινόντων τὸ ἄλγημα κατὰ τὴν ὀσφὺν γίνεται, καὶ τὸ σκύβαλον 10 ἐπέχεται θλιβομένου τοῦ ἀπευθυσμένου, τῶν δὲ ἐμπροσθεν ἢ τε ὀδύνη κατὰ τὸ ἥτρον καὶ στραγγουρία ἢ δούρουσία γίνεται τῆς κύστεως θλιβομένης· τῶν δὲ πλευρῶν φλεγμαινόντων οἱ τε βουβῶνες τείνονται, καὶ τὰ σκέλη βαρύνονται· τοῦ δὲ πτύγματος φλεγμαινόντος κατὰ τὸν ὀμφαλὸν ὁ πόνος μάλιστα γίνεται σὺν ὀγκῷ· περὶ δὲ τὸ στόμιον οὐχὴς 15 τῆς φλεγμονῆς κατὰ τὸ ἐπιγάζτριον ὀδυνῦνται, καὶ τῷ δακτύλῳ καθ- 2 ιεμένῳ σκληρὸν καὶ ἀπηνὲς ὑποπίπτει τὸ στόμιον. ἐν οὖν τῇ θεραπείᾳ πρῶτον μὲν ἐμβροχὴ δι’ οἰνελαιοῦ ἢ οἰνοροδίνου χρηστέον κατὰ τε ἥτρου καὶ ὀσφὺς διὰ πιλημάτων ἐξ ἐρίου καθαροῦ χωρὶς ἐπιδέσεως καὶ ἀκιτία μέχρι διατρίτου, μεθ’ ἧν φλεβοτομητέον ἀπ’ ἀγκῶνος, εἰ 20 μηδὲν κωλύοι. θρεπτέον δὲ χόνδρῳ ἐκ μελικράτου ἢ ἄρτῳ ἢ ψῷ ῥοφητῷ παρὰ μίαν· μετὰ δὲ τὴν πέμπτην καταπλαστέον γύρει, λινοσπέρμῳ, τῆλει διὰ μελικράτου, ἐν ᾧ κωδύαι ἀφεψηθεῖσαι ἐρρίφηναν, καὶ ἐλαίου. εἰ δὲ ἀγανακτοῖ πρὸς τὰς θερμασίας ἢ φλεγμονὴ ἐρυσιπελατῶδης οὖσα, μελίλωτον ἐφήσας ἐν γλυκεῖ καὶ τριβὰς ἐπίβαλε λε- 25 κίθους ψῶν ὀπτῶν σὺν ῥόδινῳ ἢ μηλίνῳ ἢ κροκίνῳ καὶ κατάπλασσε ἢ φοίνικας οἴνῳ κεκραμένῳ ζέσας λεῖον μετὰ πάλης ἀλφίτων καὶ τινος τῶν εἰρημένων μύρων καὶ κατάπλασσε. παρακμῆς δὲ γενομένης κηρωτὴν ναρδίνην ἢ κυπρίνην ἐπιρριπτέον. παρ’ ὅλην δὲ τὴν θεραπείαν καὶ τοῖς ἐγκαθίσμασι χρηστέον δι’ ἀφεψήματος τήλεως, λινοσπέρμου, μα- 30 λάχης, ἀρτεμισίας, ἐλαίου, ἐπὶ δὲ τῶν μὴ ἀνεχομένων τῆς θέρμης δι’ ὕδατος θερμοῦ ῥοδίνου ἐπίχεομένου. πεσσούς δὲ καὶ ἐγχυματισμούς

---

Paulus, Epitomae Medicae Libri Septem. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002689.
