# Epitomae Medicae Libri Septem 294.1

Paulus, Epitomae Medicae Libri Septem, 294.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/paulus/epitomae-medicae-libri-septem/294.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/paulus/epitomae-medicae-libri-septem/294.1

κλυδακμοῦ συναίσεθεις, ὅποτε τὸ ἀπόστημα μείζον ἦ. τὸ δὲ ἐν τοῖς προχείροις τόποις καὶ διὰ διοπτριμοῦ ἢ δακτύλων ἄφης καταλαμβάνεται πρὸς τῷ καὶ τὰς ὀδύνας ἰχυροτέρας ἴχειν διὰ τὸ νευρώδες τοῦ στομίου, ὥσπερ οὖν τὸ ἐν τῷ πυθμένι καὶ κατὰ τὸν κόλπον ἀπονώ- 5 τερὸν ἐστι, καὶ τοῖς μὲν δακτύλοις ὄγκος οὐχ ὑποπίπτει, τὸ δὲ στό- 2 μιον ἰχνότερον δείκνυται. τῇ μὲν οὖν τάχιον ἐκπύησει ευεργητέον διὰ τε καταπλασμάτων τῶν διὰ τήλεως καὶ λινοσπέρμου καὶ κριθίνου ἢ σιτίνου ἀλεύρου παραπλεκομένων. αὐτοῖς εὐκῶν ἐφθῶν, ποτὲ δὲ καὶ περιστερῶς κόπρου. καὶ ἐγκαθίσμαι δὲ τοῖς ἐπὶ φλεγμονῆς συνεχέστερον 10 χρῆστέον καὶ πεσσοῖς διὰ τερεβινθίνης καὶ σμύρνης καὶ ὕσσώπου καὶ βουτύρου. συρραγέντος δὲ τοῦ ἀποστήματος, εἰ μὲν ἐπὶ κύστιν ἐνεχθὴ τὸ πῦον, γαλακτοποσίαις χρῆστέον καὶ σικύου σπέρματι ποτιστέον· εἰ δὲ εἰς ἀπευθυσμένον συρραγῆ, φακοῦ καὶ σιδίων ἀφευήματι κλυστεόν· εἰ δὲ κατὰ τοῦ κόλπου ῥαγή, καθαροῦ μὲν ὄντος τοῦ πύου ῥόδινον 15 ἐγχυματίζειν ἢ λελευκαμένον ἔλαιον ἢ τὴν τετραφάρμακον βασιλικὴν ἢ βούτυρον πρόσφατον, ἰχμὸς δὲ φερομένου λεπτοῦ δυσώδους ὡς ἀπὸ νομῆς στυπτικώτερον ἔστω τὸ ἔνεμα διὰ μύρτων, φοινίκων, φακής· καὶ μετὰ τὴν ἐκκρίσιν τῶν ὑγρῶν. εἰ φλεγμαίνοιεν, ἐπιμενετέον τοῖς τε καταπλάσμασι καὶ τοῖς ἐγκαθίσμαι. περὶ δὲ τὸ στόμιον τῆς ὑστέρας 20 γενομένου τοῦ ἀποστήματος καὶ μὴ συρρηγνυμένου μετὰ τὸ λεπτοποιηθῆναι τὰ ἐπικείμενα τῷ πύῳ σώματα ἐπὶ τὴν διὰ χειουργίας ἐκκρίσιν τοῦ πύου τραπώμεν, ὡς ἐν τοῖς χειρουργουμένοις εἰρήσεται.

---

Paulus, Epitomae Medicae Libri Septem. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002689.
