# Epitomae Medicae Libri Septem 30.3

Paulus, Epitomae Medicae Libri Septem, 30.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/paulus/epitomae-medicae-libri-septem/30.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/paulus/epitomae-medicae-libri-septem/30.3

κβ'. Περί τῶν αὐτομάτων κόπων. Ἐπεὶ διὰ κακοχυμίαν γίνεται δριμέων περιπτωμάτων ὁ ἐλκώδης κόπος, εἰ μὲν ὀλίγη παντάπασιν ἡ κακοχυμία εἴη, γυμνασίον ἀρκέσει τὸ ἀποθεραπευτικόν, εἰ δὲ μεῖζων καὶ διὰ βάθους, οὐκέτι τὸν τοιοῦτον οὔτε ἐπὶ γυμνασίον ἄξομεν οὔτ' ἐπὶ κίνεσιν ὅλως οὐδεμίαν, ἡσυχάσει δὲ καὶ ὑπνώσει κελεύσαντες ἐν ἀκτίᾳ φυλάξομεν ὅλην τὴν ἡμέραν, εἴτα εἰς ἑσπέραν ἀλείψαντες λιπαρῶς καὶ λούσαντες εὐκράτῳ θερμῷ τροφὴν εὐχυμόν τε καὶ ῥοφηματώδη δώσομεν ὀλίγην, οὐκ ἀφήξομεν δὲ αὐτοὺς οὐδὲ οἶνον· πέττει γὰρ τοὺς ἡμιπέπτους χυμοὺς, εἴπερ τι ἄλλο, καὶ οἶνος. εἰ μὲν οὖν ἐπὶ τοῖς εἰρημένοις κατασταίη τὸ σύμπτωμα, πρὸς τὰ συνήθη κατὰ λόγον ἐπανάγειν τὸν ἄνθρωπον· εἰ δὲ κατὰ τὴν ἕξιν ἡμέραν ἐτὶ παραμένει, σκεπτέον ἤδη περὶ βοηθήματος ἰχυροτέρου· σὺν μὲν γὰρ ἰχυρᾷ τῇ δυνάμει δυοῖν θάτερον ἢ φλεβοτομεῖν ἢ καθαίρειν προσήκει διορισάμενον, ὁποτέρου δεῖ μᾶλλον, σὺν ἀσθενεῖ δὲ φλεβοτομεῖν μὲν οὐδ' ὅλως, ὑποκαθαίρειν δὲ μετρίως, εἰ δὲ ἄμωι χυμοὶ πάμπολλοι τύχοιεν ὄντες, μήτε φλεβοτομεῖν μήτε καθαίρειν μήτε γυμνάζειν, ἀλλὰ μηδὲ κινεῖν ὅλως μήτε λούειν· φυλακτέον δὲ αὐτοὺς ἐν ἡσυχίᾳ πάσῃ καὶ δοτέον ἐδέσματα τε καὶ πόματα καὶ φάρμακα λεπτύνοντά τε καὶ τέμνοντα ἄνευ τοῦ θερμαίνειν ἐπιφανῶς. διαιτᾶν οὖν αὐτοὺς ἐπ' ὀξυ-

---

Paulus, Epitomae Medicae Libri Septem. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002689.
