# Epitomae Medicae Libri Septem 303.2

Paulus, Epitomae Medicae Libri Septem, 303.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/paulus/epitomae-medicae-libri-septem/303.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/paulus/epitomae-medicae-libri-septem/303.2

οδ’. Μὴ κυισκομέναις θεραπεία. Κοινῶς μὲν ἀμφοτέροις ἀρμόζει τῷ τε ἀνδρὶ καὶ τῇ γυναικὶ τὸ 1 ἐν εὐκρασίᾳ τὸ πᾶν φυλάττεσθαι σῶμα διὰ τε τῆς τῶν πόνων καὶ σιτίων καὶ λουτρῶν καὶ τῶν λοιπῶν ἁπάντων συμμετρίας. τὸ γε μὴν μέγιστον μὴ περιορᾶν παινομένην τὴν ἐξιν· οὔτε γὰρ οἱ πόνες ἐπιτήδειοι πρὸς παιδοποιαν διὰ τε τὸ μὴ ἐφαρμόζειν τοῖς αἰδοίοις, καὶ ὅτι ὀλίγον ἀφίασιν οὗτοι σπέρμα, οὔτε μὴν οἱ ἄγαν λελεπτυσμένοι. 10 ὕφελον δ’ ἄν αὐτοὺς ἅπαντα τὰ θερμαίνοντα καὶ ἡσυχὴ πνευσματοῦντα· οἴνον τε οὖν συμμετρῶς θερμὸν λαμβάνειν καὶ λαχάνων εὐζωμὸν τε καὶ ὀρμινον καὶ ἐρύσιμον καὶ τὰ παραπλήσια· πτῆγον δὲ καὶ καλάμινθην παντὸς μᾶλλον φυλακτέον. εἰ δὲ διὰ κακοχυμίαν τινὰ μὴ γί- 2 νοιτο σύλληψις, ταύτην ἐκκαθαίρειν ἢ κατακρινᾶν χρηστῇ διαίτῃ. ἰδίως 15 δὲ ταῖς γυναιξὶν ἀρμόσει τῶν κατὰ τὴν ὑστέραν ὡς μάλιστα προνοεῖσθαι, καὶ τὴν ἐμμήνου ἀπαραποδίστως γίνεσθαι κένυσιν. πλῆσιον τοίνυν οὐσης τῆς καθάρσεως τῆς τε τῶν σιτίων καὶ πομάτων ὡς μάλιστα συμμετρίας φροντίζειν καὶ τι τῶν ἐρεθιστικῶν εἰς κάθαρσιν λαμβάνουσαν, οἷά ἐστι τὰ τε εὐώδη λάχανα καὶ τὰ δριμέα, οἷον σκάνδικα, κριθμον, 20 μᾶραθρον, σέλινον, σμύρνιον.

---

Paulus, Epitomae Medicae Libri Septem. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002689.
