# Epitomae Medicae Libri Septem 307.1

Paulus, Epitomae Medicae Libri Septem, 307.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/paulus/epitomae-medicae-libri-septem/307.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/paulus/epitomae-medicae-libri-septem/307.1

ἡ δειλὴν ἡ φλεγμαονὴν ἔχουσαν κατὰ τὴν ὑστέραν ἢ ἐν ἄλλῳ μορίῳ ἢ ὁπωσοῦν ἄλλως νοσοῦσαν ἡ φυσικῶς ἀσθενοῦσαν καὶ μὴ δυναμένην ἐξωθεῖν ἡ προῦρως τίκτουσαν· παρὰ δὲ τὸ κυόμενον ἡ ὑπερμέγεθες ὅν ἡ μικρόν καὶ ὀλιγοβαρὲς ἡ ἄδροκέφαλον ἡ τεράστιον, οἷον δικέφαλον, ἡ τεθνηκὸς ἡ ζῶν μέν, ἀσθενὲς δὲ καὶ μὴ δυνάμενον προιέναι 5 πρὸς τοῦκτός, ἡ διὰ τὸ πλεῖονα τυγχάνειν ἐμβρυα (πέντε γὰρ ἱστόρησεν Ἡρόφιλος) ἡ διὰ τὸ παρὰ φύσιν ἔχειν τὸ σχῆμα· κατὰ φύσιν μὲν γὰρ ἐστι τοῖς τικτομένοις σχῆμα πρῶτον μὲν τὸ ἐπὶ κεφαλὴν παρατεταμένων τῶν χειρῶν τοῖς μηροῖς καὶ ἀπαρέγκλιτον ἔχον κατ’ εὐθὺ 10 τοῦ στομίου τὴν κεφαλήν, δεύτερον δὲ τούτου τὸ ἐπὶ πόδας ἀπαρέγκλιτον, τὰ δὲ παρὰ ταῦτα πάντα σχήματα παρὰ φύσιν εἰσίν· παρὰ δὲ τὸ χόριον ἡ μὴ ἀποσπώμενον διὰ παχυμοὺν ἡ καὶ πρὸ τοῦ δεόντος ἀποσπώμενον διὰ λεπτότητα· παρακενοουμενὸν γὰρ τοῦ ὑγροῦ δυσκόλιθον τὸ ἐμβρυον ὑπὸ τῆς ἑπρότητος γίνεται· παρὰ δὲ τὰ ἐξωθεν ἤτοι ψύξεως πυκνωσάσης ἡ θέρμης ἀμέτρου διαφορισάσης τὴν δύναμιν ἡ 15 καὶ τινος ἐκ τύχης προσπεσόντος.

---

Paulus, Epitomae Medicae Libri Septem. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002689.
