# Epitomae Medicae Libri Septem 332.1

Paulus, Epitomae Medicae Libri Septem, 332.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/paulus/epitomae-medicae-libri-septem/332.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/paulus/epitomae-medicae-libri-septem/332.1

φαρμάκου μοῖρα. οἴνου δὲ παρ' ὅλην τὴν νόσον ἀπεχέσθωσαν, καὶ συνουσίας ὁμοίως, ὀλίγιστον μόνον καὶ λεπτὸν οἶνον καὶ ὑδαρὶ κατὰ τὸν καιρὸν τῆς ἐκ τῶν καθάρσεων ἀναλήψεως λαμβάνοντες· ἐν ᾧ καὶ τὰ δριμέα περιαιρετέον δίχα τῶν ἄρτυμάτων, δοτέον δὲ αὐτοῖς πτισά- 5 νην, ψὰ καὶ χόνδρους πλουτοὺς καὶ γάλα καὶ μέλι cὺν ἄρτῳ μαλάχην τε καὶ λάπαθον καὶ cίκαρον καὶ ἰχθὺν ἀπαλόσαρκον καὶ τῶν πτηνῶν τὰ εὐχυμα καὶ τῶν ὀπυρῶν cῦκα καὶ σταφυλὴν καὶ σταφίδα, μελιτωμάτων δὲ τὰ διὰ στροβίλων ἢ ἀμυδάλων πεφυρμένων καὶ κνήκου, 10 δὶς τῆς ἡμέρας τρεφομένοις· χαλεπὸν γὰρ τούτοις ἡ μονοσιτία. μετὰ δὲ τὴν ἐνδοθεν ἐπιμέλειαν cμήγμαcιν ἐν τῷ βαλανείῳ χρήσθωσαν δι' ἀφεγήματος ceύτλου ἢ τήλεως cὺν ἀφονίτρῳ ἢ cάπτωνι ἢ μυροβαλάνῳ καὶ ποτε καὶ ψιλώθροιc. cμήχει δὲ καὶ ἀνδράχνη μετ' ὄζους λεανθείcα καὶ τὸ λεπτὸν ἀείζωνον καὶ λαπάθου ρίζαι ὄξει ἐψηθείcαι καὶ cτυπτηρία μετὰ ἄλῶν καὶ cανδαράχης ἴcον ἐν οἴνῳ καὶ cχίνιῳ καὶ τὸ πρὸς 15 ἄλφους δι' ἄλκυονίου καὶ νίτρου καὶ μυρcίνης καὶ θείου καὶ cυκῆς ἀγρίας φύλλων ξηρῶν μετ' ὄζους λεῖον καταχριόμενον καὶ τὸ διὰ cηπέας ὀcτράκου κεκαυμένου καὶ κιcήρεως καὶ νίτρου καὶ Κιμωλίας πεφωcμένης κόμμεῦς τε καὶ κηκίδος ὀμφακίνης ἴcον ξηρὸν ἐμπaccόμενον ἢ δι' ὄζους cμηχόμενον. καὶ τοῦτο δὲ θαυμαcτὸν· λαπάθου ριζῶν δεcμί- 20 διον χειροπληθές, νίτρου <μ, θείου <κε, λιβάνου <κε· δι' ὄζους Αἰγυπτίου καταχρίεται. ἐμπρακτον δὲ τοῦτο· ἀρceνικοῦ <ι, θείου ἀπύρου <η, κόcτου <ιβ, ἀcβέcτου <δ, κηροῦ <δ, daφνίδων ξηρῶν <ιβ· ταῦτα φυρᾶται λεύκης τῶν φύλλων χυλίσματι ἢ παχεῖ ἀφεγήματι καὶ cύcτα- cιν ἔχοντα μέλιτος καταχρίεται.

---

Paulus, Epitomae Medicae Libri Septem. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002689.
