# Epitomae Medicae Libri Septem 338.2

Paulus, Epitomae Medicae Libri Septem, 338.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/paulus/epitomae-medicae-libri-septem/338.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/paulus/epitomae-medicae-libri-septem/338.2

ε'. Περὶ λεύκης. 1 Ἡ λεύκη μεταβολὴ τίς ἐστι τοῦ χρωτὸς ἐπὶ τὸ λευκότερον ὑπὸ γλίσχρου τε καὶ κολλώδους γινομένη φλέγματος. ἐπειδὴ δὲ οὐ πᾶσα λεύκη θεραπευτὴ ἐστιν, διαγνώσεις αὐτῆς ἰστέον τοιάδε· βελόνῃ κατακέντησον ἐξ ἐπιπολῆς τὴν λεύκην μὴ περαιτέρω τοῦ δέρματος, καὶ, εἰ μὲν αἷμα ῥυῆ, θεραπευτὴ ἐστιν, εἰ δὲ γαλακτώδης ὑγρότης, ἀθεραπευτος· ἡ ράκει ἐρινῷ τραχὲι ἀνάτριψον αὐτήν, καὶ εἰ μὲν ἐρυθρότερος ὁ χροὺς γένηται, θεραπευτὴ ἐστιν, εἰ δὲ μείνῃ ἐπὶ τοῦ αὐτοῦ χρώματος, οὐ θεραπευθήσεται. καὶ τὰς πλεῖονα δὲ τοῦ σώματος κατειληφυσίας χωρία τῶν ὀλίγα καὶ τὰς παλαιότερας τῶν νεωτέρων μᾶλλον ἀθερα- 2 πεύτους εἶναι νομιστεῖν. τινὲς μὲν οὖν τὴν διὰ σιδήρου καῦσιν ἐπὶ τῆς λεύκης ἐδοκίμασαν κατ' ἐπίφλεξιν. καὶ μόνον γινομένην, ἕτεροι δὲ τό τε τῆς καύσεως ὀδυνηρὸν καὶ τὴν ἐκ ταύτης οὐλὴν δεδιότες οὐχ ἧττον ἀπρεπῆ τῆς λεύκης ὑπάρχουσαν τοῖς ἐξαρωτικοῖς ἐχρήσαντο φαρμάκοις οἷα, φασίν, καὶ τὴν οὐλὴν ὁμόχρουν ἐργαζομένοις· ἄλλοι δὲ καὶ τούτων παραιτούμενοι τὴν δυσέργειαν τοῖς βάμμασιν ἐχρήσαντο τῆς παρ' αὐτὰ μᾶλλον ἀπάτης ἀλλ' οὐκ ὠφελείας φροντίσαντες· οὐς πλέον ἀπάντων παραιτητέον διὰ τὴν ταχεῖαν τοῦ πάθους παλιγγενεσίαν. χρηστέον τοίνυν ταῖς ὑποτεταμμέναις δυνάμεσιν· ἀδάρκης, κάχρυσος, θείου ἀπύρου ἴκα, ἕκαστον κόψας καὶ σίχας ἰδία, εἴθ' ὁμοῦ μετ' ἕξους λειοτριβήσας ἐφ' ἰκανὰς ἡμέρας ἐν ἡλίῳ κατάχρει, μὴ ἀθρόως, ἵνα μὴ ἐλκωθῇ ὁ χροὺς· προελθόντος δὲ χρόνου προσβάλλεται βραχὺ τι ἐλλεβόρου καὶ κηκίδος ὁμοίως.

---

Paulus, Epitomae Medicae Libri Septem. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002689.
