# Epitomae Medicae Libri Septem 34.9

Paulus, Epitomae Medicae Libri Septem, 34.9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/paulus/epitomae-medicae-libri-septem/34.9
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/paulus/epitomae-medicae-libri-septem/34.9

βύσα τὸν πόρον ἐφʹ ἡμέραν κάππειτα ἐξελομένου χρίειν ἐφʹ λβ´. Περὶ πληκμονῆς. Μέγιστον ἐν κιτίοις ἀμαρτάνεται περὶ πληκμονὴν· εἰ γὰρ τινὶ καὶ πέψωι χρηστῶς ἡ κοιλία, ἀλλ´ αἱ φλέβες ὑπερεμπιπλάμεναι πονοῦσι τε καὶ διατείνονται καὶ ῥήγνυνται καὶ ἀποφράττονται καὶ πνεύματος μεσταὶ γίνονται· καὶ πᾶνυ πείθου τὰ κάκιστα τῶν νοσημάτων πληκμονὴν εἶναι· τὸ δὲ τῆς γαστρὸς πλήρωμα ἐστιν ὅτε καὶ ἐκένωσεν ἄνω τὸ ὑπερβάλλον καὶ κάτω διαχωρήσαν· ὅλως τε ἀσθενέστερον τοῦ κατὰ τὰς φλέβας ἐστίν. οὐ μὴν οὐδὲ τοῦτο. αἱρετέον, ἀλλ´ ἤν τις πλεῖω προσενέγκηται, αὐτίκα χρή ἐμέσαι· κίνδυνος γὰρ πέψαντι ἐμπλῆσαι τὰς φλέβας, καὶ μᾶλλον, εἰ συνεχῶς τις περὶ τὴν προσφορὰν ἀκολασταίνων μηδεμίαν κένωσιν ἐξευρίσκοι. ἐμεῖν μὲν οὖν δεῖ, πρὶν διαφθαρήναι τὰ κιτία· εἰ δὲ τινα κωλύματα εἴη πρὸς τὸν ἔμετον, εἰ μὲν ῥυῆ ἡ γαστήρ, πολλάκις ὑφέλησεν, εἰ δὲ μή, ἀλλὰ κοιμηθῆναι γε ἐπὶ πλεῖον καὶ ποτὸν ὕδωρ θερμὸν πιεῖν πυκνά, πέψαντα δὲ ἰκανῶς, μάλιστα εἰ καὶ διαχωρήσαι, λούεσθαι καὶ πυριάσθαι καὶ τάριχον ἐσθίειν ὀλίγον καὶ πῶμα ὑδαρὲς πίνειν· εἰ δὲ μήτε διαχωρήσαι τι μήτε πέψαι ταχύ, πρὸς δὲ καὶ τὸ ἄλλο σῶμα βαρὺ καὶ δυσκίνητον καὶ ὑπνώδες εἴη, καὶ τινες παράλογοι ὄννοι τὴν γνώμην ἔχοιεν, ταῦτα σημαίνει καὶ τὰς φλέβας πληκμονεῖν. ὅσοι δὲ κοπώδεσι ἐπὶ τούτοις γίνονται, μέχρι μὲν τὰ ἐν τῇ γαστρὶ ἐκπέψωσιν, ἀτρεμεῖν συμφέρει, μετὰ δὲ πόνους κενοῦν.

---

Paulus, Epitomae Medicae Libri Septem. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002689.
