# Epitomae Medicae Libri Septem 343.1

Paulus, Epitomae Medicae Libri Septem, 343.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/paulus/epitomae-medicae-libri-septem/343.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/paulus/epitomae-medicae-libri-septem/343.1

ια΄. Πρὸς τὰ πυρίκαυτα. Τὰ πυρίκαυτα τῶν μετρίως ῥυπτόντων δεῖται φαρμάκων χωρὶς τοῦ θερμαίνειν ἢ ψύχειν ἐπιφανῶς. γῇ τοίνυν Χία καὶ Κιμωλία καὶ Κρητική, καὶ πᾶσα δὲ κοῦφη γῇ καταχρισμένη μετ’ ὄξους μὴ πάνυ δριμέος ἢ ὕδατος μιγνυμένου ποιεῖ καλῶς καὶ κωλύει φλυκταινοῦσθαι, καὶ ὡμὸν ὅλον ὡμὸν παραχρῆμα ἐπιτιθέμενον ἀναλαμβανόμενον ἐρίω μαλακῶ· καὶ γὰρ ἐμψύχει μετρίως καὶ ἀδήκτως ξηραίνει. καὶ μέλανι δὲ γραφικῷ περιχρίε ἢ λιβανωτῷ ὕδατι διειμένῳ ἢ φακῶ ἐφθῷ λείῳ ἢ ὁρόβῳ κατάπλασσε. πρὸς δὲ τὰ ἀφ’ ὕδατος θερμοῦ κατακαύματα, πρὶν φλυκταῖνας γενέσθαι, ἐλαίων ἀλμάνων ὕδωρ συνεχῶς κατάντλει καὶ αὐτὰς τὰς ἀλμάδας μετὰ ἀλφίτου λείας κατάπλασσε ἢ στυπτηρίαν σχιστὴν τρίψας μετ’ ὄξους ἐπίχριε, ἢ χολὴ ταυρεία μεθ’ ὕδατος δαψιλῶς τετηκυία κατάχριε ἢ κονίαν στακτὴν κατάντλει γάρῳ ἢ ἄλμῃ ἢ βολβοὺς κρίνων ἢ ὐακίνθων ἢ ναρκίσσων μετὰ ῥόδινου τρίψας καὶ ποιήσας γλοιώδες κατάχριε. ὁ δὲ Μάρκελλος σύνθετον τοῦτο φησι· ῥάκος μέλιτι δεύσας καὶ κριθᾶς ἀνακυλίσας κατακάυσον καὶ βάλλε τῆς τέφρας < ἡ, ψιμυθίου < δ, βουτύρου < ἡ, κηροῦ < ἰς, στέατος αἰγείου < ἰς, ῥόδινου < ἰς. πρὸς δὲ τὰ ἤδη πεφλυκταινωμένα ῥοῦν καὶ ἀλφίτον τρίψας μετ’ ὄξους κατάπλασσε ἢ κονίαν ἀσβεστον κηρωτῇ μιγνὺς καὶ εἰς θόδνιον ἐμπλάσσων ἐπιτίθει. καὶ τὸ σφαιρίον δὲ καλούμενον πρὸς ταῦτα χρήσιμόν ἐστι. τὰ δὲ εἰλκωμένα πρᾶσους λείους κατάπλασσε ἢ ἀνδράχνην τρίψας μετὰ ἀλφίτων κατάπλασσε ἢ περιστεράς κόπρον εἰς θόδνιον ἐνειλήσας κατακάυσον καὶ διεῖς ἐλαίῳ τὴν τέφραν αὐτοῦ χρῶ. θαυμαστὸν φάρμακον καὶ πίτυος ἢ πεύκης φλοιὸς ἢ ἀδίαντον ξηρὸν λεῖον ἢ μυρσίνης φύλλα κατακεκαυμένα· λεία ἐμπάσσεται· ποιεῖ δὲ τούτων ἕκαστον καὶ μετὰ κηρωτῆς συντιθέμενον. καὶ τὸ λαμβάνον δὲ τῆς ἐρυθρᾶς ἄγχούσης τῆς ρίζης ξηρᾶς κοπεῖσης λείας Γ δ, κηροῦ τρακτοῦ Γ θ, ῥόδινου Γ ἰη, καὶ τὸ διὰ ψιμυθίου σὺν ὀλίγῳ μυελῷ ἐλαφείῳ ἀγαθὸν ἐστι φάρμακον.

---

Paulus, Epitomae Medicae Libri Septem. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002689.
