# Epitomae Medicae Libri Septem 372.1

Paulus, Epitomae Medicae Libri Septem, 372.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/paulus/epitomae-medicae-libri-septem/372.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/paulus/epitomae-medicae-libri-septem/372.1

μορίου, ἐν ᾧ τὸ ἕλκος ἐστίν. ἐπεὶ δὲ τοῦ κενουμένου περιττώματος τὸ μὲν λεπτὸν ὑγρότερον τὸ ἕλκος ἀποτελεῖ, τὸ δὲ παχύτερον περιπηγνύμενον αὐτῷ ῥῦπος γίνεται, διὰ τοῦτο φαρμάκων δεῖται τῶν μετριῶς ἑπραινόντων τε καὶ ῥυπτόντων· τοιαῦτα δὲ ἐστὶ λιβανωτὸς καὶ κριθίνον ἄλευρον καὶ κυάμινον καὶ ὀρόβινον καὶ ἱρὶς καὶ ἀριστολοχία καὶ καθμία καὶ πᾶναξ καὶ πομφόλυξ. ὅταν δὲ μηδὲν ὑψελήσῃ τὸ προσαγόμενον σαρκωτικὸν φάρμακον, οὕτω πως ἐπ’ ἄλλο μεταβαίνειν. ἀλλ’ εἰ μὲν πλείων ὁ ῥῦπος φαίνει καὶ ὑγρότερον τὸ ἕλκος, εἰδέναι προσῆκεν, ὡς ἐνδεέστερον ἐξήρανεν τὸ φάρμακον, καὶ ἐπιτείνειν αὐτὸ μέλιτος μίζει· εἰ δὲ καθαρὸν καὶ μᾶλλον ἄνικμον εὑρεθείη, πλεόν ἢπερ ἔχρην ἐξήρανεν, καὶ χρή δι’ ἐλαίου πλείονος ἀνιέντα κηρωτὴν προσφέρειν. συμβαίνει δὲ ἐνίοτε τοῦ φαρμάκου τυγχάνοντος ἰσχυροτέρου συντήκεσθαι τι τῆς σαρκός, ὡς ῥυπαρὸν καὶ ὑγρὸν φαίνεσθαι τὸ ἕλκος παραπλησίως τοῖς ἐνδεέστερον ἑπρανθεῖσιν· ἀλλὰ τοῦτο κοιλότερόν τε συντηκόμενον γίνεται καὶ ὀχθώδες τοῖς χείλεσιν ἐρυθρόν τε καὶ τι καὶ φλεγμονῆς ἔχον, πολλάκις δὲ καὶ δάκνεται σαφῶς ὁ πᾶσχων· τὸ δὲ ἕτερον ὑπὸ τῶν ἐλαττον ἑπραινόντων οὐδὲν τούτων ἔχει· παρακολουθοῦν. σαπρότης τοίνυν ξύλων, καὶ μάλιστα ὅσα μετέχει μετρίως στυψέως τε καὶ ῥύψεως, ὥσπερ καὶ ἡ πτελέα, καθαίρει καὶ ἀναπληροῖ τὰ καθαρά τῶν ἐλκῶν ἢ ἀνέμωνα προστιθέμεναι. πίτυος φλοιὸν ἀποζῦσας καὶ τρίψας μετὰ κηρωτῆς εἰς μοτοὺς ἐγχρίων ἐπὶ τῶν κοίλων ἐλκῶν καὶ μάλιστα τῶν προσφάτων ἐπιτίθει· πληροῖ γὰρ αὐτά. σύνθετα δὲ καθαρῶν μὲν ὄντων τῶν ἐλκῶν τὸ τε διὰ τῶν ὀστρέων ἐστὶ καὶ τὸ Μανέθωνος διὰ σφέκλης καὶ τὸ διὰ τῆς ἁλὸς καὶ ἡ μελιτρὰ προσαγορευόμενον ἑηρίον καὶ τὸ λαμβάνον ἀμύλου, μάννης, ἄλικος, ὀρόβου ἴσα· ὁμοίως δὲ καὶ τὸ διὰ λιβάνου καὶ τὸ ἀφροδιτάριον, ῥυπαρώτερον δὲ ποσῶς, τὰ τε κεφαλικά προσαγορευόμενα ἑηρία. ἔμμοτα δὲ φάρμακα ἢ τε τροφὸς ἐστι καλουμένη καὶ ἡ Ἰαὶς καὶ ἡ Ἀθηνᾶ καὶ ἡ διὰ τῶν ἀτρακτυλίδων· ἐστι καὶ τὸ λεγόμενον Ἰταλικὸν καὶ ὅσα διὰ πείρας.

---

Paulus, Epitomae Medicae Libri Septem. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002689.
