# Epitomae Medicae Libri Septem 374.2-375.22

Paulus, Epitomae Medicae Libri Septem, 374.2 to 375.22. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/paulus/epitomae-medicae-libri-septem/374.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/paulus/epitomae-medicae-libri-septem/374.2

Ξηρίον καταστέλλον. Λιθαργύρου, χαλκίτεως, ἰοῦ, μολυβδαίνης ἴσα. 3 Καταστέλλον ἰσχυρῶς ἀδηκτον· ποιεῖ δὲ καὶ πρὸς νομὰς καὶ μάλιστα ἐπουλίδας, λευκαίνει δὲ καὶ τοὺς ὀδόντας. ἀσβέστου λι. ἄ, ἀρσενικοῦ Γ ἴ· λειώσας τὸ ἀρσενικὸν ξηρὸν μεθ’ ὕδατος ἐπίβαλε τὴν ἀσβέστον πλυθείσαν ὥσπερ καδμίαν καὶ τρίψας ξήραινε καὶ χρῶ. καὶ τῶν τροχίσκων δὲ ὁ τε παντόλμιος, καὶ ὅσοι πρὸς πόλυπας εἰσιν ἀναγεγραμμένοι, καλῶς ἕλκη καταστέλλουσιν. αἱ δὲ χλωραὶ τῶν ἐμπλάστρων, καὶ μάλιστα ἡ διὰ τῶν Καππαδοκικῶν ἁλῶν, ὁμοίως δὲ καὶ ἡ Ἰσις ἄκρατος, ὑπερσαρκούν κωλύουσι τὰ ἕλκη. μδ’. Περὶ νομῶν καὶ σπηεδόνων καὶ φαγεδαίνης. Καταντήμασι μὲν χρῆστέον ἐπὶ τῶν νεμομένων τε καὶ σπηομένων ἕλκων δι’ ὀξέος τε καὶ ὀξυκράτου ἢ οἴνου στύφοντος ἢ ψυχροῦ ὕδατος ἢ θαλάττης ἢ ἀφεψήματος φακῆς, σιδίων, βαλαυστίων, σχίνου, μύρτων, ἀκάνθης Αἰγυπτίας, ἢ τινὶ τῶν στυφόντων τε καὶ ξηραίνοντων· καταπλαστέον τε τούτοις αὐτοῖς καὶ τοῖς δι’ ὀροβίνου ἀλεύρου καὶ θερμοποδία ἐγκρυψον, ὅταν δὲ μαλακυνθῇ, σὺν ἄλὶ τρίψας ἐπίθεσ· εὐτόνως ἀνακαθαίρει. ἢ θαλλία ἐν οἴνῳ ἔφθη μετὰ μέλιτος κατάπλασσε ἢ χαλκίτιν κατάπλασσε ἢ σελίνου σπέρμα λεῖον μετὰ χαλκάνθου ἐπιτίθει· ἢ θύμω καὶ σταφίδι καὶ σῦκοις ἔφθους κατάπλασσε ἢ σικίνοις φύλλοις λείοις μετὰ μέλιτος ἢ νίτρῳ καὶ κυμίνι καὶ ἀλεύρῳ μετὰ μέλιτος· ἢ σικύου ἀγρίου ρίζῃ ἢ σκίλλῃ ἔφθη μετὰ μέλιτος, ἢ σώρεως < ἱβ, χαλκίτεως < ἱ, μῖσος < δ, σὺν ὄξει δριμυτάτῃ ἡμικτυλίῳ λέαινε, μέχρι ἂν ξηρανθῇ, καὶ ἀνελόμενος χρῶ μὴλην βάπτων καὶ ἐπικυλίων τῷ ἕλκει· καὶ ἐπάνω διπλοῦν ὀθόνιον ἐξ οἰνελαιοῦ ἐπιτίθει· ἐὰν δὲ φλεγμαίνῃ, ὕοσκυάμῳ μετὰ ἀλφίτου ἢ κράμβῃ μετὰ μέλιτος κατάπλασσε. στυπτηρίας ὑγρᾶς, ἄρτου τε σεμιδαλίτου τοῦ ἐντός, κωβιοῦ παλαιοῦ ἢ Πρὸς σηπεδόνας τὰς ἐν παντὶ τόπῳ καὶ νομάς. Ἄσβέστου, χαλκίτεως ἀνὰ < β, ἀρσενικοῦ < α’ τούτῳ καὶ πρὸς τὰ ἐν τοῖς δακτύλοις πτερύγια καὶ πρὸς φαγεδαῖνας καὶ πρὸς ἄνθρακας χρηστέον, ἐν τοῖς αἰδοίοις μετὰ μέλιτος, ἐν δὲ τοῖς λοιποῖς ξηρῷ,

---

Paulus, Epitomae Medicae Libri Septem. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002689.
