# Epitomae Medicae Libri Septem 387.1

Paulus, Epitomae Medicae Libri Septem, 387.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/paulus/epitomae-medicae-libri-septem/387.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/paulus/epitomae-medicae-libri-septem/387.1

θριξιν μαλακωτάταις· κάππειτα τῷ τε ἄγρειῳ καὶ τῷ ἕλκει παντὶ πλεῖστον ἐπιτιθέσθω· καταδεείσθω δὲ ξέωθεν ἐξ ὀδόντος ἐπιδεσμίδι, τὰς μὲν πρώτας ἐπιβολὰς δὴ ἕ κατ’ αὐτοῦ τοῦ αἱμορραγοῦντος ἀγρείου ποιουμένων ἡμῶν, ἐντεῦθεν δὲ ἐπὶ τὴν ρίζαν αὐτοῦ νεμομένων· εἶτα λύσας διὰ τρίτης, εἰ μὲν ἀσφαλῶς ἐπὶ προσέχοιτο τῷ ἕλκει τὸ φάρμακον, αὐθὶς ἕτερον ἐν κύκλῳ περιχέοντα καὶ ὥσπερ ἐπιτέγγοντα πάλιν ἐπιδεῖν· εἰ δὲ αὐτόματος ὁ πρῶτος ἀποπτύοιτο μοτὸς, ἀτρέμα πιέζοντα τῷ δακτύλῳ τὴν ρίζαν τοῦ ἀγρείου πρὸς τὸ μηδὲν ἐπιρρυῆναι τοῦτο μὲν ἀφελεῖν ἡρέμα, προσθεῖναι δὲ ἕτερον, οὕτω τε θεραπεύειν, μέχριπερ ἂν σαρκωθῇ τὸ ἀγρεῖον, ἀεὶ τοῦ ἀναρροῦντος φυλαττομένου σχήματος ἀλύπως. τὰ δὲ γε τὰς ἐσχάρας ἐπιπηρύννυτα γυμνότερον ἐργάζεται τὸ μέρος, ἢ κατὰ φύσιν εἶχεν, ἀποπιπτούσης τῆς ἐσχάρας, καὶ πολλοῖς αἱμορραγία δυσεπίσχετος ἠκολούθησεν ἐπὶ ταῖς τῶν ἐσχάρων ἀποπτώσεσιν. χρηστέον δὲ ὅμως καὶ τούτοις, ὅταν ἀνάγκη μεγάλη βιάζεται· μεγίστη δὲ ἀνάγκη τοῦ χρήσθαι φαρμάκοις ἐσχρωτικοῖς ἢ καυτηρίοις διαπύροις, ὅταν ἐξ ἀναβρώσεως σπηδονώδους ἢ αἱμορραγία γίνεται. καὶ μέντοι κάπειδὰν ἐν ταῖς τοιαύταις διαθέσεσιν ἅπαν ἐκκόψωμεν τὸ σπηδόμενον, ἀσφαλέστερον ἦτοι καίειν αὐτοῦ τὴν οἴαν ρίζαν ἢ φαρμάκοις ἐσχρωτικοῖς χρήσθαι· τοῦτο δὲ μάλιστα ἐπὶ τε αἰδοίων καὶ ἕδρας συμβαίνει γίνεσθαι. σκοπὸς δὲ τῶν ἐσχρωύντων ἢ μετὰ στύψεως θερμότης, καθάπερ ἐν χαλκίτιδι καὶ μίσει καὶ χαλκανθῷ. τὰ δὲ διὰ τῆς ἀχθέστου σφοδρότερα μέν, ἀλλὰ διὰ τὸ μὴ στυφεῖν τὴν τῖτανον θάττον ἀποπίπτουσιν αἱ ἀπ’ αὐτῶν ἐσχάραι. κάλλιον δὲ μένειν αὐτάς· φθάνει γὰρ ὑποσαρκοῦσθαι κατὰ τὴν βάσιν αὐτῶν καὶ γίνεσθαι καθάπερ τι πῶμα τοῖς ἀγρείοις. ἐπὶ δὲ τῶν οὕτως αἱμορραγούντων ἰκάτις ἡμερος ἐπιπαττομένη καλῶς ἐπέχει ἢ κηκίδες καυθεῖσαι· δεῖ δὲ αὐτὰς διαπύρους δι’ ὄζους ἢ δι’ οἴνου σβεννύειν. καθάπαξ δὲ αἱμορραγίας ἴσχειν ἀπλὰ μὲν ἄλη, λίβανος, μάννα, Κάμιος ἄστηρ, ἰὸς σιδήρου, ἐρίων καυθέντων ὁμοίως ἢ τέφρα λειοτάτη, κόπρος ὄνου καὶ ἵππου, ἄσφαλτος, βατράχου σποδία, διφρυγές, κηκίς, μυρσίνη ξηρά, στυπτηρία πᾶσα ὡμὴ τε καὶ καυθεῖσα, ῥητίνη φρυκτὴ ἀμπέλου φλοῖος ἢ φύλλα ξηρά, τῶν πλατάνων

---

Paulus, Epitomae Medicae Libri Septem. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002689.
