# Epitomae Medicae Libri Septem 46.1

Paulus, Epitomae Medicae Libri Septem, 46.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/paulus/epitomae-medicae-libri-septem/46.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/paulus/epitomae-medicae-libri-septem/46.1

νβ´. Περὶ τῶν αὐτοφυῶν λουτρῶν. Τῶν αὐτοφυῶν λουτρῶν τὰ μὲν ἐστι νιτρώδη, τὰ δὲ ἅλμυρά, τὰ δὲ στυπτηριώδη, τὰ δὲ θειώδη, τὰ δὲ ἄσφαλτώδη, τὰ δὲ χαλκανθώδη, τὰ δὲ αἰδηρίζοντα, τὰ δὲ σύνθετα ἐκ τούτων. πάντων μὲν οὖν τῶν αὐτοφυῶν ὑδάτων ἡ δύναμις ἐστι ξηραντικὴ καὶ θερμαντικὴ ἐπίπαν καὶ μάλιστα ἀρμόζει τοῖς καθύγροις καὶ ψυχροῖς. ἤδη δὲ τὰ μὲν νιτρώδη καὶ ἅλας ἔχοντα κεφαλῇ κατάλληλα καὶ θύρακι ῥευματιζομένῳ καὶ στομάχῳ καθύγρῳ καὶ ὑδρωπικοῖς οἰδήμασι τε τοῖς ἐκ νόσων καὶ τοῖς φλεγματικοῖς· τὰ δὲ στυπτηριώδη αἱματὸς τε ἀναγωγὰς καὶ ἐμετικὴν στομάχῳ καὶ γυναιξὶν ἀτάκτως καθαιρομέναις καὶ συνεχῶς ἐκτιτρωσκούσαις· τὰ θειώδη δὲ νεύρων μαλακτικὰ καὶ θερμαντικὰ καὶ πόνων παρηγορικά, στόμαχον δὲ ἐκθελύνει καὶ ἀνατρέπει· τὰ δὲ ἄσφαλτώδη κεφαλὴν τε συμπληροῖ καὶ τὰ αἰσθητήρια κακοῖ, θερμαίνει δὲ ἐμμόνως καὶ μαλάσσει cὺν χρόνῳ· τὰ δὲ χαλκανθίζοντα στόματι καὶ παριεθμίοις καὶ σταφυλῇ καὶ ὀμμασι διαφερόντως ἐπιτήδεια· τὰ δὲ αἰδηρίζοντα στομάχῳ καὶ σπληνὶ χρήσιμα. δεῖ δὲ τὰς εἰς τὸ ὕδωρ ἐμβάσεις ἀθορύβως ποιεῖσθαι, ὅπως ἡ δύναμις ἀνειμένῳ τῷ σώματι προσιούσα ἐγκαταδύηται.

---

Paulus, Epitomae Medicae Libri Septem. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002689.
