# Epitomae Medicae Libri Septem 49.1

Paulus, Epitomae Medicae Libri Septem, 49.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/paulus/epitomae-medicae-libri-septem/49.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/paulus/epitomae-medicae-libri-septem/49.1

μηδὲ τὰ τυχόντα βρώματα προσφέρεσθαι, ἀλλ’ ἢ τῷ φακῷ χρήθαι ξηρῷ καὶ κατέφθω γλῆχους μικρὸν ἔχοντι ἢ ἄρτῳ κατατεθρυμμένῳ ἐν οἴνῳ ὑδαρεῖ καὶ εὐώδει, τῷ δὲ ποτῷ βραχεῖ καὶ τούτῳ ἢ οἰναρίῳ παντελῶς ὑδαρεῖ ἢ ὀξειδίῳ τῷ ἀπὸ τοῦ μέλιτος. τοὺς δὲ φακούς ἐψῆσαι δεήσει κάππειθ’, ὅταν μαλακοὶ γένωνται, τρίβειν λείους, εἶτα ξηράναι κάππειθ’ οὕτως συνθεῖναι εἰς κεραμεοὺν ἀγγεῖον. ἐπὶ πλείω δὲ χρόνον πλειόνων γενομένων ἐμέτων τῇ ὑποστολῇ τῆς τροφῆς σφοδρότερα χρηστεὸν καὶ τῷ ποτῷ βραχεῖ, ἢ τῷ ὀξειδίῳ τῷ ἀπὸ τοῦ μέλιτος μεθ’ ὕδατος θύμου ἐν αὐτῷ ἀποβεβρεγμένου ἢ γλῆχυνι καὶ ὕδατι μετὰ ἀλφίτου πάλης ἢ τῷ οἰναρίῳ τῷ εὐώδει μετὰ πάλης, ὑδαρεῖ ὡσαύτως. πρὸς δὲ τὰς δυσχερεῖς ὀμὰς τὰς ἐν τοῖς πλοίοις ἢ μήλα δεῖ ἂν ὀσφραίνεσθαι τὰ κυδώνια ἢ τὸν θύμον ἢ τὸν γλήχυνα. δεῖ δὲ καὶ βλέπειν ὅτι ἥκιστα εἰς τὴν θάλασσαν, ἕως εἰς τὸν εἰθισμὸν ἐλθῇ τῆς ἐν τῷ πλοίῳ διατριβῆς· καὶ τοῖς ὕδασι δὲ προσέχειν, ὅπως μήτε θολερὰ μήτε δυσώδη μήτε ἄλυκά ἔσται.

---

Paulus, Epitomae Medicae Libri Septem. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002689.
