# Epitomae Medicae Libri Septem 50.1

Paulus, Epitomae Medicae Libri Septem, 50.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/paulus/epitomae-medicae-libri-septem/50.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/paulus/epitomae-medicae-libri-septem/50.1

καὶ οἱ διὰ τῶν κεκαυμένων ἐχιδνῶν ἄλες ἰκανῶς λεπτύνουσι, καὶ αὐτὴ δὲ ἡ θηριακή. διαφέρει δὲ καὶ λεπτύνει συγχρισμένον ἔλαιον ἐνηψημένης σικύου ἀγρίου ρίζης καὶ ἀλθαίας καὶ γεντιανῆς πάνακος τε ρίζης καὶ ἀριστολοχίας, καὶ τὸ πόλιον δὲ καὶ τὸ κενταύριον. δεῖ δὲ καὶ τὴν 5 τροφὴν οὐκ εὐθὺς ἐπὶ λουτροῖς διδόναι, ἀλλὰ καὶ κοιμᾶσθαι πρότερον ἐπιτρέπειν· κάλλιον δὲ εἶναι καὶ τὸ ὕδωρ τὸ ἐν τῷ λουτρῷ τῶν διαφορητικῶν, εἰ μὲν αὐτοφυεῖς ἔχοιμεν, οἷόν ἐστι τὸ ἐν τῇ Μιτυλήνῃ, εἰ δὲ μή, ἅλός ἄνθος θαλασσίῳ ὕδατι μιγνύειν· καὶ οἴνοις χρῆσθαι τοῖς λεπτοῖς καὶ λευκοῖς. καὶ ἡ ἑπροτριβία δὲ δι’ ἐκμαγείων παχυτέρων 10 λεπτύνειν ἰκανή. δεῖ δὲ πρὸς λόγον τῶν γυμνασιῶν ἐλάττω προσφέρειν τὰς τροφάς. ὠφελεῖ καὶ ἡλίωσι τοὺς κατασάρκους. χρὴ δὲ μήτε προπίνειν αὐτούς, καὶ μονοσιτεῖν δὲ ἄμεινον· καὶ ἀνατρίβειν δὲ τὸ σῶμα νίτρῳ καὶ ἅλει τραχυτέροις. τὸ μὲν οὖν πολὺ νίτρον ἐν λουτροῖς λεπτύνει, τὸ δὲ ὀλίγον ἐρεθισμὸς ἐστιν εἰς εὐτροφίαν. λεπτύνει δὲ καὶ 15 τὸ οὕτω μεμιγμένον· πεπέρεως καὶ πετροσελίνου διπλοῦν, ἄκαρου δὲ καὶ ἄνιγου ἡμῖς· τοῦτο δὲ καὶ οὐρηθῆναι ἀγαθὸν καὶ εἰς διαχώρησιν.

---

Paulus, Epitomae Medicae Libri Septem. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002689.
