# Epitomae Medicae Libri Septem 70.2

Paulus, Epitomae Medicae Libri Septem, 70.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/paulus/epitomae-medicae-libri-septem/70.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/paulus/epitomae-medicae-libri-septem/70.2

πα'. Περὶ τῶν ἀπὸ τῶν δένδρων καρπῶν. 1 Τὰ μὲν σύκα καὶ αἱ σταφυλαὶ οἷον κεφάλαια τῆς ὅλης ὀπώρας εἰσίν· καὶ γὰρ ἐλαττόν εἰσι κακόχυμα καὶ τρέφουσι μᾶλλον. αὐτῶν δὲ τούτων τὰ μὲν σύκα μᾶλλον εἰσιν εὐχυμώτερα καὶ τροφιμώτερα καὶ γαστρὸς ὑπακτικὰ διουρητικὰ τε καὶ νεφρῶν ἐκκαθαρτικὰ, καὶ μάλιστα τὰ πᾶνυ πέπειρα καὶ αὗται αἱ ἰσχάδες, φυκώδεις δὲ καὶ αἵματος οὐ χρηστοῦ γεννητικαί· διὸ καὶ φθείρας ἀπογεννῶσιν ἐν πλείονι χρήσει γιγνόμεναι. αἱ δὲ σταφυλαὶ μὴ διαχυρούμεναι μὲν οὐδὲ πέπτονται, ἀλλὰ καὶ ὑμὸν ἀπογεννῶσι χυμόν, διαχυρούμεναι δὲ μετριώτεραι. αἱ δὲ σταφίδες θερμότεραι τῶν σταφυλῶν καὶ εὐστομαχώτεραι καὶ μᾶλλον τρέφουσιν, ἧττον δὲ γαστρὸς ὑπακτικαί. τὰ δὲ κυκάμυνα, ἃ δή καὶ μῶρα καλεῖται, ὑγραίνουσι μὲν πᾶνυ, ψύχουσι δὲ μετρίως, καὶ γαστέρα ὑπᾶγουσι πρῶτα ληφθέντα, καὶ οὐδὲ πᾶνυ κακοστόμαχα, ὀλιγότροφα δέ. τῶν δὲ κερατίων τὰ μὲν γλυκύτερα γαστέρα μὲν ὑπᾶγει, κακοστόμαχα δέ ἐστι, τὰ δὲ στυψμεως μετέχοντα κακοστόμαχα μὲν ἧττον, οὐχ ὑπέρχεται δέ. ὁ δὲ λόγος οὗτος καὶ ἐπὶ σταφυλῆς καὶ μώρων καὶ ἑτέρων ἀρμόζει πλειόνων· καὶ καθόλου τὰ στυφόντα πρῶτα μὲν ἐσθιόμενα τῆς ἄλλης τροφῆς ἢ πινόμενα γαστρὸς εἰσιν ἐφεκτικά, ὧσις δὲ δι' ἀτονίαν ἢ γαστὴρ ἐπέχεται, τούτοις προσειληφόσι τῶν λαπάττειν πεφυκότων, οἷον λαχάνων ἢ ἰχθύων ἢ τινων τοιούτων, ὕστερον προσφερόμενα τὰ στυφόντα 2 τῷ ῥωννύειν αὐτὴν ἀπωθεῖ κάτω καὶ πρὸς ἐκκρίσιν ἐπεξεῖρει. ὁ δὲ τοῦ κώνου καρπός, ὃς καὶ στρόβιλος καλεῖται, εὐχυμος μὲν ἐστι καὶ παχύχυμος καὶ τρόφιμος, οὐ μὴν εὐπεπτος. τὰ δὲ Περσικὰ κακόχυμά τε καὶ ὀξυνόμενα καὶ εὐφθαρτα· διὸ πρῶτα αὐτὰ δοτέον διὰ τὸ ὑποχωρεῖσθαι ἑτοίμως καὶ μὴ διαφθείρεσθαι ἐμμένοντα τῇ γαστρί. τὰ δὲ πρεκόκκια τε καὶ δοράκινα καὶ Ἀρμένια κρείττονα τῶν Περσικῶν· οὔτε γὰρ ὀξύνεται οὔτε ὡσαύτως διαφθείρεται, εἰσί δὲ καὶ ἡδέα. τῶν δὲ μήλων τὰ μὲν γλυκέα τῶν ἄλλων εἰσὶ θερμότερα καὶ εὐανάδοτα, καὶ μάλιστα ὀπτόμενα ἢ ἐψόμενα, τὰ δὲ ὀξῶδη ψυχρότερα μέν, τμητικά

---

Paulus, Epitomae Medicae Libri Septem. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002689.
