# Epitomae Medicae Libri Septem 71.1

Paulus, Epitomae Medicae Libri Septem, 71.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/paulus/epitomae-medicae-libri-septem/71.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/paulus/epitomae-medicae-libri-septem/71.1

δὲ τῶν ἐν γαστρὶ χυμῶν, τὰ δὲ αὐστηρὰ ῥωστικὰ τε στομάχου καὶ γαστρὸς ἐφεκτικά, καὶ τούτων ἐπὶ μᾶλλον τὰ Κυδώνια. τῶν δὲ ἀπίων αἱ μεγάλοι καὶ πέπειροι πρὸς τούτοις καὶ τροφιμώτεραι εἰσιν. αἱ δὲ ῥοῖαι ψύχουσι τε καὶ ὀλιγότροφοί εἰσι. τὰ δὲ μέσπιλα καὶ οὐδα στυπτικώτερα τε καὶ ῥεοῦση γαστρὶ ἐπιτήδεια. οἱ δὲ φοῖνικες εὐστόμαχοι μέν, εἰ μὴ λίαν ὡς λιπαροί, γαστρὸς δὲ ἐφεκτικοὶ καὶ παχέων καὶ γλίσχρων χυμῶν γεννητικοὶ καὶ κεφαλαλγεῖς. τῶν δὲ ἐλαίων αἱ μὲν δρυπετεῖς κακοστόμαχοι· τε καὶ λιπαροῦ χυμοῦ γεννητικαί, αἱ δὲ ἁλμᾶδες τε καὶ κολυμβάδες πρὸ τροφῆς ἐσθιόμεναι εὐόρεκτοι τέ εἰσι καὶ γαστρὸς ὑπακτικά, καὶ πλεόν αἱ δι’ ὄξους τε καὶ δι’ ὀξυμέλιτος σκευαζόμεναι. τῶν δὲ καρπῶν τὰ μὲν βασιλικὰ τῶν λεπτοκαρπῶν ὀλιγοτροφώτερα καὶ μᾶλλον εὐστόμαχα, τὰ δὲ χλωρὰ κάρυα ὑγρότερα τέ ἐστι καὶ γαστρὸς ὑπακτικά· καὶ ξηρὰ δέ, εἴ τις ἀποβρέξας ἐν ὑδατὶ τὸν ὑμένα αὐτῶν τὸν ἐνδον περιλεπίσοι, παραπλήσια τοῖς χλωροῖς αὐτὰ ἐργάζεται. τὰ δὲ ἀμύγδαλα τμητικῆς τε καὶ λεπτυντικῆς ὑπάρχει δυνάμεως· διὸ σπλαγχνῶν καὶ θώρακός εἰσιν ἐκκαθαρτικά, καὶ ἐπὶ μᾶλλον τὰ πικρά. ὁμοίως δὲ καὶ τὰ πιστάκια, καὶ πλεόν ἧπατος ἐκφρακτικά. τὰ δὲ Δαμασκηνὰ γαστέρα ὑπάγει πρὸ τροφῆς ἐσθιόμενα ὥμα τε καὶ ἐν μελικράτῳ ἐψηθέντα. τὰ δὲ Σηρικὰ δύσπεπτά τε καὶ κακοστόμαχα καὶ ὀλιγότροφα. τὰ δὲ κεράτια δύσπεπτα καὶ ἐπισχετικὰ γαστρὸς καὶ κακόχυμα. τὰ δὲ συκόμορα ψύχει τε καὶ ὑγραίνει σαφῶς. τοῦ δὲ κιτρίου τὸ μὲν ἔξω δριμὺ καὶ δύσπεπτον, ἡ δὲ σῖον σάρξ τρόφιμος μέν, καὶ αὐτὴ δὲ δύσπεπτος· τὸ δὲ ἐντός, εἴτε ὀξῦδες εἴτε ὑδατώδες εἴη, ἰκανῶς ψύχει. αἱ δὲ βάλανοι τρόφιμοι μέν οὐκ ἧλαττον τῶν σιτωδῶν, δύσπεπτοι δὲ καὶ παχύχυμοι καὶ βραδύποροι. τὰ δὲ κάστανα κατὰ πάντα τούτων ἀμείνω.

---

Paulus, Epitomae Medicae Libri Septem. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002689.
