# Epitomae Medicae Libri Septem 78.1

Paulus, Epitomae Medicae Libri Septem, 78.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/paulus/epitomae-medicae-libri-septem/78.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/paulus/epitomae-medicae-libri-septem/78.1

δὲ εὐφροσύνην καὶ ἡδονὴν ἐμποιεῖ καὶ ῥώμην παρέχει. τούτων μὲν οὖν τῶν ἀγαθῶν ὁ μέτρῳ πινόμενος αἴτιος γίνεται, τῶν δὲ ἐναντίων ὁ ἄμετρος. διὰ τοῦτο οἱ μεθυσθέντες τρέπονται καὶ παρανοοῦσι καὶ καταφορικοὶ γίγνονται· διὸ φεύγειν χρὴ τὴν εἰς τοσοῦτον ἀμετρίαν τῆς οἴνου πόσεως. διὰ χρόνου δὲ πλείονος ἐπικεικῶς συμφέρει πίνειν· τὴν τε γὰρ δι’ οὐρῶν κάθαρσιν δαψιλῆ κινεῖ καὶ ἰδρώτας προχεῖ. κάλλιον δὲ ἐπὶ τούτοις καὶ ἐμεῖν μελικράτου προσλαβόντας, ὡς μηδὲ μικρὸν ὑπ’ αὐτοῦ βλαβῆναι. κωθωνιζόμενος δὲ τις τῆς μὲν ἄλλης τροφῆς μὴ ἄγαν ἐμπιπλάσθω, πίνων δὲ ἐν τῷ μεταξὺ ἐσθιέτω κράμβην ἐφθὴν καὶ τραγημάτων γευέσθω, καὶ μᾶλλον τῶν ἀμυγδάλων· ταῦτα γὰρ καὶ τὰς κεφαλαλγίας κουφίζει καὶ τοῖς ἐμοῦσιν οὐδαμῶς ἐστι λυπηρά. κάλλιον δὲ καὶ τοῦ ἀμινθίου τὸ ἀπόβρεγμα πρὸ τῶν πότων λαμβάνειν· πάντων γὰρ ἐστὶν ἀκραιπαλώτατον. εἰ δὲ καὶ δάκνοιντό τινες ὑπὸ τοῦ οἴνου, ψυχρὸν ὕδωρ ἐπιρροφεῖν· τῇ δὲ ὑστεραίᾳ πάλιν τοῦ ἀμινθίου πίνειν περιπάτοις τε καὶ ἀνατριψεί καὶ λουτρῷ καὶ ἐλάττονι τροφῇ χρησάμενον ἀνακομισθῆναι.

---

Paulus, Epitomae Medicae Libri Septem. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002689.
