# Epitomae Medicae Libri Septem 79.1

Paulus, Epitomae Medicae Libri Septem, 79.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/paulus/epitomae-medicae-libri-septem/79.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/paulus/epitomae-medicae-libri-septem/79.1

ζζ'. Περί ὕπνου. Ἀκόλουθόν ἐστιν ἐπὶ πᾶσι τοῖς περὶ διαίτης εἰπεῖν τι καὶ περὶ ὕπνου, διότι καὶ πάντων ὑστατὸς ὡς τὸ πολὺ παραλαμβάνεται. ὁ τοῖνὺν ὕπνος, ὡς τύπῳ φάναι, τῶν ψυχικῶν ἐστὶ δυνάμεων ἀνάπαυσις χρηστῆς ὑγρότητος ἐπιτεγούσης τὸν ἐγκέφαλον γιγνόμενος. ὁρθῶς δὲ παραλαμβανόμενος πολλὰ δύναται δράν ἀγαθά· σιτία τε γὰρ κατεργάζεται καὶ χυμοὺς ἐκπέπτει καὶ ὀδύνην παραμυθεῖται κόπους τε παρηγορεῖ καὶ τῶν συντεταμένων χάλαιν ἀπεργάζεται· καὶ ψυχικῶν δὲ παθῶν λήθην ἱκανὸς ἐμποιῆσαι καὶ παρακοπτικὸν λογισμὸν ἐπανορθώσασθαι. καιρὸς δὲ τοῦ ὕπνου ἄριστος μὲν ὁ μετὰ τὴν τροφήν, ἀλλ' ὁ μεθ' ἡμέραν οὐ πᾶσιν ἐπιτήδειος· οὐ γὰρ ἐξαρκεῖ πρὸς ἐντελῆ τῶν σιτίων κατεργασίαν ὁ χρόνος, ἐν ᾧ καθεύδουσι, διακοπτομένης δὲ πρὸ ὥρας τῆς πέψεως ἐκ τῆς μεσημβρίας ἐξανιστάμενοι ὀξευρεμιώδεις τε γίνονται πολλάκις καὶ φυσῶν ἐμπίπλανται, τινὲς δὲ καὶ κλύδωνας ἴσχουσι, πλὴν εἰ μὴ δι' ἕθος ἢ τὸ αὐτάρκως ὑπνῶσαι ταῦτα μὴ γένοιτο. ἄριστοι δὲ τῶν ὕπνων εἰσὶν οἱ νυκτερινοί· φύσει γὰρ ἡ τῆς νυκτὸς ὑγρότης, οἶμαι, καὶ ἡρεμία καταφορικὴ τυγχάνουσα πέψιν τελείαν ἀπεργάζεται· μετὰ γοῦν τοὺς νυκτερινοὺς ὕπνους ὡς μάλιστα πρὸς ἐκκρισιν ἐπειγόμεθα. ὅρος οὖν ἔστω τοῦ κατὰ τὸν ὕπνον χρόνου ἢ τῶν σιτίων τελεία πέψις ταῖς ἐργαίαις τε καὶ τῇ τῆς γαστρὸς προσστάλει γιγνωσκομένη, μεθ' ἣν οὐδὲ ἡ ἐργήγορσις ἄχρηστος τὴν τῶν ἐκ τῆς πέψεως περιττωμάτων ἐργαζομένη διαχώρησιν.

---

Paulus, Epitomae Medicae Libri Septem. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002689.
