# Epitomae Medicae Libri Septem 90.1

Paulus, Epitomae Medicae Libri Septem, 90.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/paulus/epitomae-medicae-libri-septem/90.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/paulus/epitomae-medicae-libri-septem/90.1

καὶ πέμπτη καὶ μετὰ ταύτας ἡ τέταρτη καὶ μετὰ ταύτην ἡ τρίτη καὶ ὀκτωκαιδεκάτη. αἱ δὲ ταύταις ὑπεναντίαι τοῦ δευτέρου στοιχοῦ εἰσὶν αὗται· κακίστη μὲν καὶ μετὰ κινδύνου καὶ ἀσαφῶς κρίνουσα, καθάπερ ἐκ διαμέτρου τῆς ἑβδόμης, ἐστὶν ἡ ἕκτη, ταύτη δὲ παραπλησίως ὀγδόη 5 τε καὶ δεκάτη, μεθ’ ἣς δωδεκάτη καὶ ἕκκαιδεκάτη καὶ ἕννεκαιδεκάτη. μεταξὺ δὲ τούτων ἐστὶν ἡ τρισκαιδεκάτη μήτε ὁμοίως ἀπόβλητος οὖσα ταῖς ἐν τῷ δευτέρῳ στοιχῷ μήτε ὁμοίως ταῖς ἐν τῷ πρώτῳ λύειν 2 πεφυκυία. ταύτη μὲν οὖν τῇ τάξει τῆς ἀξίας ὁ Γαληνὸς ἐχρήσατο· κατὰ δὲ τὴν τῶν ἀριθμῶν τάξιν ἀγαθαι μέν εἰσι τρίτη, τέταρτη, πέμπτη, 10 ἑβδόμη, ἕνατη, ἕνδεκάτη, τεσσαρεσκαideκάτη, ἑπτακαιδεκάτη, ὀκτωκαιδεκάτη, εἰκοστή, κακαὶ δὲ ἕκτη, ὀγδόη, δεκάτη, δωδεκάτη, ἕκκαιδεκάτη, ἕννεκαιδεκάτη, μεταξὺ δὲ τρισκαιδεκάτη. τούτων δὲ τῶν κρίσιμων τινὲς καὶ ἐπίδηλοι ἑτέρων εἰσίν, ὅς καὶ θεωρητὰς Ἱπποκράτης ὠνόμασεν διὰ τὸ τὰς ἐν ἑτέρα κρίσιμῳ μελλούσας γίνεσθαι προδηλοῦν τε καὶ ποιεῖν θεωρεῖσθαι 15 κρίσεις· οἷον ἡ μὲν τέταρτη τὴν ἐσομένην ἐν τῇ ἑβδόμῃ προδηλοῖ κρίσιν ἰδρώτας τινὰς ἢ νοτίδας ἢ τινὰς τοιαύτας μερικὰς ἐργαζομένη κενώσεις ἢ σημασίας μὴ γεγονυίας πρότερον ἢ καὶ πέψεως σημεῖα δεικνύουσα· ὁ δὲ Γαληνὸς καὶ τῆς ἕκτης φησι τὴν τέταρτην ἐπίδηλον, καίπερ οὐκ οὖσης ἀγαθῆς. ἡ δὲ ἕνδεκάτη τῆς τεσσαρεσκαideκάτης ἐστίν 3 20 ἐπίδηλος, ἡ ἑπτακαιδεκάτη δὲ τῆς εἰκοστής. ἄχρι μὲν οὖν τῆς τεσσαρεσκαideκάτης ἡμέρας ἀγωνιστικώταται γίνονται κρίσεις, ἕχριτα δὲ αὐτῶν εἰσιν αἱ μέχρι τῆς εἰκοστής. αἱ δὲ μετὰ τὴν εἰκοστὴν ἄχρι τῆς τεσσαρακοστής ἐκλύουσι κατὰ βραχὺ τὸ ἀγωνιστικόν· εἰσι δὲ πρώτη μὲν ἀξιώματι εἰκοστὴ ἑβδόμη καὶ τριακοστὴ τέταρτη καὶ τεσσαρακοστή, μετὰ 25 ταύτας δὲ εἰκοστὴ τέταρτη καὶ τριακοστὴ πρώτη καὶ τριακοστὴ ἑβδόμη. τὸ δὲ μεταξὺ τούτων πλήθος ἀπὸ τῆς εἰκοστῆς ἄχρι τῆς τεσσαρακοστῆς ἄκριτον ἅπαν ἐστίν, ὡς αἱ γε μετὰ τὴν τεσσαρακοστὴν ἅπασαι τελείως εἰσὶν ἐκλυτοὶ πέψει μᾶλλον καὶ ἀποστάσεσιν, οὐ κρίσεσιν, λύου-σαι τὰς νόσους. τῶν μὲν οὖν ἄλλων τῶν μετὰ τὴν τεσσαρακοστήν

---

Paulus, Epitomae Medicae Libri Septem. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002689.
