# Fragmenta 3

Pausanias Damascenus, Fragmenta, Dfhg-Source dfhg4_PAUSANIAS_DAMASCENUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pausanias-damascenus/fragmenta/3

Ὁ δὲ αὐτὸς Περσεὺς μετὰ τὸ βασιλεῦσαι τῆς Περσικῆς χώρας ἔτη πολλὰ, μαθὼν ὅτι ἐν τῇ Συρίᾳ χώρᾳ διάγουσιν ἐκ τοῦ Ἄργους Ἰωνίται, ἦλθεν εἰς τὴν Συρίαν πρὸς αὐτοὺς εἰς τὸ Σίλπιον ὄρος, ὡς πρὸς ἰδίους συγγενεῖς· οἵτινες δεξάμενοι αὐτὸν μετὰ πάσης τιμῆς προσεκύνησαν· γνόντες αὐτὸν οἱ αὐτοὶ Ἀργεῖοι Ἰωπολῖται ὅτι καὶ οὗτος ἐκ τοῦ γένους τῶν Ἀργείων κατάγεται, χαρέντες ἀνύμνουν αὐτόν. Χειμῶνος δὲ γενομένου, καὶ πλημμυρήσαντος πολὺ τοῦ παρακειμένου ποταμοῦ τῇ Ἰωνιτῶν πόλει τοῦ λεγομένου Δράκοντος, νυνὶ δὲ Ὀρόντου, ᾔτησε τοὺς Ἰωνίτας εὔξασθαι· καὶ ἐν τῷ εὔχεσθαι αὐτοὺς καὶ μυσταγωγεῖν κατηνέχθη σφαῖρα πυρὸς κεραυνίου ἐκ τοῦ οὐρανοῦ, ἥτις ἐποίησε παυθῆναι τὸν χειμῶνα καὶ τὰ τοῦ ποταμοῦ ἐπισχεθῆναι ῥεῖθρα. Καὶ θαυμάσας ἐπὶ τῷ γεγονότι ὁ Περσεὺς ἐξ ἐκείνου τοῦ πυρὸς εὐθέως ἀνῆψε πῦρ, καὶ εἶχε φυλαττόμενον μεθ ̓ ἑαυτοῦ· ὅπερ πῦρ ἐβάσταζεν ἐπὶ τὰ Περσικὰ μέρη εἰς τὰ ἴδια βασίλεια. Καὶ ἐδίδαξεν αὐτοὺς τιμᾶν ἐκεῖνο τὸ πῦρ, ὅπερ ἔλεγεν αὐτοῖς ἑωρακέναι ἐκ τοῦ οὐρανοῦ κατενεχθέντα· ὅπερ πῦρ ἕως τοῦ παρόντος ἐν τιμῇ ἔχουσιν οἱ Πέρσαι, ὡς θεῖον. Ὁ δὲ αὐτὸς Περσεὺς ἔκτισε τοῖς Ἰωνίταις ἱερὸν, ὃ ἐπωνόμασε πυρὸς ἀθανάτου. Ὁμοίως δὲ καὶ εἰς τὰ Περσικὰ ἔκτισεν ἱερὸν πυρὸς, καταστήσας ἐκεῖ διακονεῖν αὐτῷ εὐλαβεῖς ἄνδρας, οὕστινας ἐκάλεσε μάγους .. Ταῦτα δὲ Παυσανίας ὁ σοφώτατος χρονογράφος συνεγράψατο.

---

PAUSANIAS DAMASCENUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2573.tlg003.local002/.
