Ancient Greek
Μεσσηνιακά, Chapter 1
Pausanias, Ἑλλάδος Περιηγήσεως 1.3-4
Not analysed yet
πρὸ δὲ τῆς μάχης, ἣν Θηβαῖοι πρὸς Λακεδαιμονίους ἐμαχέσαντο ἐν Λεύκτροις, καὶ τοῦ οἰκισμοῦ Μεσσήνης τῆς ἐφʼ ἡμῶν ὑπὸ τῇ Ἰθώμῃ, πόλιν οὐδεμίαν πω κληθῆναι πρότερον δοκῶ Μεσσήνην· εἰκάζω δὲ οὐχ ἥκιστα Ὁμήρου τοῖς ἔπεσιν. ἐν μὲν γὰρ καταλόγῳ τῶν ἐς Ἴλιον ἀφικομένων Πύλον καὶ Ἀρήνην καὶ ἄλλας καταλέγων οὐδεμίαν πόλιν Μεσσήνην ἐκάλεσεν· ἐν Ὀδυσσείᾳ δὲ δηλοῖ μὲν καὶ ἐν τῷδε ἔθνος καὶ οὐ πόλιν τοὺς Μεσσηνίους ὄντας, μῆλα γὰρ ἐξ Ἰθάκης Μεσσήνιοι ἄνδρες ἄειραν, Hom. Od. 21. 18