Ancient Greek
Λακωνικά, Chapter 11
Pausanias, Ἑλλάδος Περιηγήσεως 11.8-2
Not analysed yet
τέταρτον δὲ ἠγωνίσατο πρὸς τοὺς ἐξ ἰσθμοῦ ἐς Ἰθώμην ἀποστάντας τῶν εἱλώτων· ἀπέστησαν δὲ οὐχ ἅπαντες οἱ εἵλωτες, ἀλλὰ τὸ Μεσσηνιακὸν ἀπὸ τῶν ἀρχαίων εἱλώτων ἀποσχισθέντες· καί μοι καὶ τάδε ὁ λόγος αὐτίκα ἐπέξεισι. τότε δὲ οἱ Λακεδαιμόνιοι τοὺς ἀποστάντας ἀπελθεῖν ὑποσπόνδους εἴασαν Τισαμενῷ καὶ τῷ ἐν Δελφοῖς χρηστηρίῳ πειθόμενοι· τελευταῖον δὲ ὁ Τισαμενὸς ἐμαντεύσατο ἐν Τανάγρᾳ σφίσι πρὸς Ἀργείους καὶ Ἀθηναίους γινομένης συμβολῆς.