Ancient Greek
12.2 to 12.3
Pausanias, Ἑλλάδος Περιηγήσεως 12.2-4-3
Not analysed yet
πρὸς ταῦτα τοῖς βασιλεῦσι καὶ τοῖς ἐφόροις τέχνας μὲν προθυμουμένοις οὐκ ἐγίνετο ἀνευρεῖν· οἱ δὲ Ὀδυσσέως τῶν ἔργων ἀπομιμούμενοι τὸ ἐπὶ Ἰλίῳ πέμπουσιν ἄνδρας ἑκατὸν ἐς Ἰθώμην συνήσοντας ἃ μηχανῶνται, λόγῳ δὲ αὐτομόλους· ἦν δὲ καὶ φυγὴ τῶν ἀνδρῶν ἐκ τοῦ φανεροῦ κατεγνωσμένη. τούτους ἥκοντας ἀπέπεμπεν αὐτίκα Ἀριστόδημος, Λακεδαιμονίων φήσας τὰ ἀδικήματα καινὰ εἶναι, τὰ δὲ σοφίσματα ἀρχαῖα. ἁμαρτόντες δὲ οἱ Λακεδαιμόνιοι τοῦ ἐγχειρήματος δεύτερα ἐπειρῶντο τῶν Μεσσηνίων διαλῦσαι τὸ συμμαχικόν· ἀντειπόντων δὲ τῶν Ἀρκάδων —παρὰ γὰρ τούτους πρότερον ἀφίκοντο οἱ πρέσβεις —οὕτω τὴν ἐπʼ Ἄργος ἐπέσχον πορείαν. Ἀριστόδημος δὲ πυνθανόμενος τὰ πρασσόμενα ὑπὸ τῶν Λακεδαιμονίων πέμπει καὶ αὐτὸς ἐρησομένους τὸν θεόν, ἡ δὲ Πυθία σφίσιν ἔχρησε·