# Ἑλλάδος Περιηγήσεως 12.4-4

Pausanias, Ἑλλάδος Περιηγήσεως, Μεσσηνιακά, Chapter 12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pausanias/text/12.4-4

κῦδός σοι πολέμοιο διδοῖ θεός· ἀλλʼ ἀπάταισι φράζεο μὴ Σπάρτης δόλιος λόχος ἐχθρὸς ἀνέλθῃ κρείσσων· ἦ γὰρ Ἄρης κείνων εὐήρεα τεύχη καί τὸ χορῶν στεφάνωμα πικροὺς οἰκήτορας ἕξει, τῶν δύο συντυχίαις κρυπτὸν λόχον ἐξαναδύντων. οὐ πρόσθεν δὲ τέλος τόδʼ ἐπόψεται ἱερὸν ἦμαρ, πρὶν τὰ παραλλάξαντα φύσιν τὸ χρεὼν ἀφίκηται. τότε μὲν δὴ Ἀριστόδημος καὶ οἱ μάντεις ἀπείρως εἶχον συμβαλέσθαι τὸ εἰρημένον· ἔτεσι δὲ ὕστερον οὐ πολλοῖς ἀναφαίνειν τε καὶ ἐς τέλος ἄξειν ἔμελλεν ὁ θεός.

---

Pausanias, Ἑλλάδος Περιηγήσεως, ed. Friedrich Spiro. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0525.tlg001.local001/.
