Ancient Greek
Λακωνικά, Chapter 12
Pausanias, Ἑλλάδος Περιηγήσεως 12.5-3
Not analysed yet
προϊόντων δὲ κατὰ τὴν Ἀφεταΐδα ἡρῷά ἐστιν Ἴοπός τε κατὰ Λέλεγα ἢ Μύλητα γενέσθαι δοκοῦντος καὶ Ἀμφιαράου τοῦ Ὀικλέους· τοῦτο δὲ τοὺς Τυνδάρεω παῖδας νομίζουσιν ἅτε ἀνεψιῷ τῷ Ἀμφιαράῳ ποιῆσαι· καὶ αὐτοῦ Λέλεγός ἐστιν ἡρῷον, τούτων δὲ οὐ πόρρω τέμενος Ποσειδῶνος —Ταινάριον δὲ ἐπονομάζουσιν—