Ancient Greek
Λακωνικά, Chapter 14
Pausanias, Ἑλλάδος Περιηγήσεως 14.10
Not analysed yet
ἐπὶ δὲ τῇ θυσίᾳ κάπρους ἠθάδας οἱ ἔφηβοι συμβάλλουσι μαχουμένους· ὁποτέρων δʼ ἂν ὁ κάπρος τύχῃ νικῶν, ἐν τῷ Πλατανιστᾷ κρατῆσαι τούτους ὡς τὰ πλείω συμβαίνει. τοσάδε μὲν δρῶσιν ἐν τῷ Φοιβαίῳ· ἐς δὲ τὴν ἐπιοῦσαν ὀλίγον πρὸ μεσούσης ἡμέρας ἐσίασι κατὰ τὰς γεφύρας ἐς τὸ εἰρημένον χωρίον. τὴν μὲν δὴ ἔσοδον, καθʼ ἣν ἐσελθεῖν δεῦρο ἔστιν ἑκατέραν τάξιν, προεδήλωσε κλῆρός σφισιν ἐν τῇ νυκτί· μάχονται δὲ καὶ ἐν χερσὶ καὶ ἐμπηδῶντες λάξ, δάκνουσί τε καὶ τοὺς ὀφθαλμοὺς ἀντορύσσουσιν. ἀνὴρ μὲν δὴ πρὸς ἄνδρα τὸν εἰρημένον τρόπον μάχεται· ἀθρόοι δέ ἐμπίπτουσι βιαίως καὶ ἐς τὸ ὕδωρ ὠθοῦσιν ἀλλήλους.