# Ἑλλάδος Περιηγήσεως 14.3-2

Pausanias, Ἑλλάδος Περιηγήσεως, Κορινθιακά, Chapter 14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pausanias/text/14.3-2

δύναιτο δʼ ἂν κατὰ ἄλλην τινὰ ἐνταῦθα ὁ Δυσαύλης ἀφικέσθαι πρόφασιν καὶ οὐχ ὡς οἱ Φλιάσιοί φασιν. οὐ μὴν οὐδὲ Κελεῷ προσήκων ἐμοὶ δοκεῖν οὐδὲ ἄλλως ἦν ἐν τοῖς ἐπιφανέσιν Ἐλευσινίων· οὐ γὰρ ἄν ποτε Ὅμηρος παρῆκεν αὐτὸν ἐν τοῖς ἔπεσιν. ἔστι γὰρ καὶ Ὁμήρῳ πεποιημένα ἐς Δήμητραν· ἐν δὲ αὐτοῖς καταλέγων τοὺς διδαχθέντας ὑπὸ τῆς θεοῦ τὴν τελετὴν Δυσαύλην οὐδένα οἶδεν Ἐλευσίνιον. ἔχει δὲ οὕτω τὰ ἔπη· δεῖξεν Τριπτολέμῳ τε Διοκλεῖ τε πληξίππῳ Εὐμόλπου τε βίῃ Κελεῷ θʼ ἡγήτορι λαῶν δρησμοσύνην ἱερῶν καὶ ἐπέφραδεν ὄργια πᾶσιν. HH Dem. 474-476

---

Pausanias, Ἑλλάδος Περιηγήσεως, ed. Friedrich Spiro. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0525.tlg001.local001/.
