Ancient Greek
Μεσσηνιακά, Chapter 14
Pausanias, Ἑλλάδος Περιηγήσεως 14.5-3
Not analysed yet
ἐς τιμωρίας δὲ ἃς ὕβριζον ἐς τοὺς Μεσσηνίους, Τυρταίῳ πεποιημένα ἐστὶν ὥσπερ ὄνοι μεγάλοις ἄχθεσι τειρόμενοι, δεσποσύνοισι φέροντες ἀναγκαίης ὑπὸ λυγρῆς ἥμισυ πᾶν ὅσσων καρπὸν ἄρουρα φέρει. Tyrtaeus, unknown location. ὅτι δὲ καὶ συμπενθεῖν ἔκειτο αὐτοῖς ἀνάγκη, δεδήλωκεν ἐν τῷδε· δεσπότας οἰμώζοντες, ὁμῶς ἄλοχοί τε καὶ αὐτοί, εὖτέ τινʼ οὐλομένη μοῖρα κίχοι θανάτου. Tyrtaeus, unknown location.