Ancient Greek
Λακωνικά, Chapter 14
Pausanias, Ἑλλάδος Περιηγήσεως 14.7-2
Not analysed yet
τὸ δὲ τοῦ Ἀγνίτα πεποίηται μὲν ἐν δεξιᾷ τοῦ Δρόμου, Ἀσκληπιοῦ δέ ἐστιν ἐπίκλησις ὁ Ἀγνίτας, ὅτι ἦν ἄγνου τῷ θεῷ ξόανον· ἡ δὲ ἄγνος λύγος καὶ αὐτὴ κατὰ ταὐτά ἐστι τῇ ῥάμνῳ. τοῦ Ἀσκληπιοῦ δὲ οὐ πόρρω τρόπαιον ἕστηκε, Πολυδεύκην δὲ ἀναστῆσαί φασιν ἐπὶ Λυγκεῖ· καί μοι καὶ τοῦτο ἀποφαίνει τὸν λόγον εἰκότα, οὐ ταφῆναι τοὺς Ἀφαρέως παῖδας ἐν Σπάρτῃ. πρὸς δὲ τοῦ Δρόμου τῇ ἀρχῇ Διόσκουροί τέ εἰσιν Ἀφετήριοι καὶ ὀλίγον προελθόντι ἡρῷον Ἄλκωνος· τὸν δὲ Ἄλκωνα λέγουσιν Ἱπποκόωντας παῖδα εἶναι. παρὰ δὲ τοῦ Ἄλκωνος τὸ ἡρῷον Ποσειδῶνός ἐστιν ἱερόν, Δωματίτην δὲ ἐπονομάζουσιν.