Ancient Greek
Μεσσηνιακά, Chapter 16
Pausanias, Ἑλλάδος Περιηγήσεως 16.6-3
Not analysed yet
Λακεδαιμονίων δὲ ἐχόντων ἀθύμως μετὰ τὴν πληγὴν καὶ ὡρμημένων καταθέσθαι τὸν πόλεμον, Τυρταῖός τε ἐλεγεῖα ᾄδων μετέπειθεν αὐτοὺς καὶ ἐς τοὺς λόχους ἀντὶ τῶν τεθνεώτων κατέλεγεν ἄνδρας ἐκ τῶν εἱλώτων. Ἀριστομένει δέ, ὡς ἀνέστρεψεν ἐς τὴν Ἀνδανίαν, ταινίας αἱ γυναῖκες καὶ τὰ ὡραῖα ἐπιβάλλουσαι τῶν ἀνθῶν ἐπέλεγον ᾆσμα τὸ καὶ ἐς ἡμᾶς ἔτι ᾀδόμενον ἔς τε μέσον πεδίον Στενυκλήριον ἔς τʼ ὄρος ἄκρον εἵπετʼ Ἀριστομένης τοῖς Λακεδαιμονίοις. Unknown. ἀνεσώσατο δὲ καὶ τὴν ἀσπίδα ἐκείνην, ἔς τε Δελφοὺς