# Ἑλλάδος Περιηγήσεως 16.6-3

Pausanias, Ἑλλάδος Περιηγήσεως, Μεσσηνιακά, Chapter 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pausanias/text/16.6-3

Λακεδαιμονίων δὲ ἐχόντων ἀθύμως μετὰ τὴν πληγὴν καὶ ὡρμημένων καταθέσθαι τὸν πόλεμον, Τυρταῖός τε ἐλεγεῖα ᾄδων μετέπειθεν αὐτοὺς καὶ ἐς τοὺς λόχους ἀντὶ τῶν τεθνεώτων κατέλεγεν ἄνδρας ἐκ τῶν εἱλώτων. Ἀριστομένει δέ, ὡς ἀνέστρεψεν ἐς τὴν Ἀνδανίαν, ταινίας αἱ γυναῖκες καὶ τὰ ὡραῖα ἐπιβάλλουσαι τῶν ἀνθῶν ἐπέλεγον ᾆσμα τὸ καὶ ἐς ἡμᾶς ἔτι ᾀδόμενον ἔς τε μέσον πεδίον Στενυκλήριον ἔς τʼ ὄρος ἄκρον εἵπετʼ Ἀριστομένης τοῖς Λακεδαιμονίοις. Unknown.ἀνεσώσατο δὲ καὶ τὴν ἀσπίδα ἐκείνην, ἔς τε Δελφοὺς

---

Pausanias, Ἑλλάδος Περιηγήσεως, ed. Friedrich Spiro. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0525.tlg001.local001/.
