Ancient Greek
16.9 to 16.10
Pausanias, Ἑλλάδος Περιηγήσεως 16.9-2-10
Not analysed yet
διαλιπὼν δὲ ὅσον ἀκεσθῆναι τὸ τραῦμα, ἐς μὲν αὐτὴν Σπάρτην ἔξοδον ποιούμενος νύκτωρ ἀπετράπετο ὑπὸ φασμάτων Ἑλένης καὶ Διοσκούρων, τὰς δʼ ἐν Καρύαις παρθένους χορευούσας τῇ Ἀρτέμιδι. ἐλόχησε μεθʼ ἡμέραν καὶ συνέλαβεν ὅσαι χρήμασιν αὐτῶν καὶ ἀξιώματι πατέρων προεῖχον· ἀγαγὼν δὲ ἐς κώμην τῆς Μεσσηνίας τὴν νύκτα ἀνεπαύετο, ἀνδράσι τῶν ἐκ τοῦ λόχου τὴν φρουρὰν ἐπιτρέψας τῶν παρθένων. ἐνταῦθα ὑπὸ μέθης οἱ νεανίσκοι δοκεῖν ἐμοὶ καὶ ἄλλως ἀκρατῶς ἔχοντες λογισμοῦ πρὸς βίαν ἐτρέποντο τῶν παρθένων, Ἀριστομένους δὲ ἀπείργοντος οὐ νομιζόμενα Ἕλλησι δρῶντας οὐδένα ἐποιοῦντο λόγον, ὥστε ἠναγκάσθη καὶ ἀποκτεῖναι τοὺς παροινοῦντας μάλιστα ἐξ αὐτῶν. τὰς δὲ αἰχμαλώτους λαβὼν ἀπέλυσε χρημάτων πολλῶν, παρθένους ὥσπερ γε καὶ εἷλεν.