# Ἑλλάδος Περιηγήσεως 17.4-3

Pausanias, Ἑλλάδος Περιηγήσεως, Λακωνικά, Chapter 17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pausanias/text/17.4-3

ἔστι δὲ καὶ ἕτερον αὐτόθι Ἀθηνᾶς Ἐργάνης ἱερόν. ἐς δὲ τὴν πρὸς μεσημβρίαν ἰόντι στοὰν Κοσμητᾶ τε ἐπίκλησιν Διὸς ναὸς καὶ Τυνδάρεω πρὸ αὐτοῦ μνῆμά ἐστιν· ἡ δὲ πρὸς δυσμὰς ἔχει τῶν στοῶν ἀετούς τε δύο τοὺς ὄρνιθας καὶ ἴσας ἐπʼ αὐτοῖς Νίκας, Λυσάνδρου μὲν ἀνάθημα, τῶν δὲ ἔργων ὑπόμνημα ἀμφοτέρων, τοῦ τε περὶ Ἔφεσον, ὅτε Ἀντίοχον τὸν Ἀλκιβιάδου κυβερνήτην καὶ Ἀθηναίων τριήρεις ἐνίκησε, καὶ ὕστερον ἐν Αἰγὸς ποταμοῖς καθεῖλεν Ἀθηναίων τὸ ναυτικόν.

---

Pausanias, Ἑλλάδος Περιηγήσεως, ed. Friedrich Spiro. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0525.tlg001.local001/.
