Ancient Greek
18.14 to 18.15
Pausanias, Ἑλλάδος Περιηγήσεως 18.14-15
Not analysed yet
τοῦ θρόνου δὲ πρὸς τοῖς ἄνω πέρασιν ἐφʼ ἵππων ἑκατέρωθέν εἰσιν οἱ Τυνδάρεω παῖδες· καὶ σφίγγες τέ εἰσιν ὑπὸ τοῖς ἵπποις καὶ θηρία ἄνω θέοντα, τῇ μὲν πάρδαλις, κατὰ δὲ τὸν Πολυδεύκην λέαινα. ἀνωτάτω δὲ χορὸς ἐπὶ τῷ θρόνῳ πεποίηται, Μάγνητες οἱ συνειργασμένοι Βαθυκλεῖ τὸν θρόνον. ὑπελθόντι δὲ ὑπὸ τὸν θρόνον τὰ ἔνδον ἀπὸ τῶν Τριτώνων ὑός ἐστι θήρα τοῦ Καλυδωνίου καὶ Ἡρακλῆς ἀποκτείνων τοὺς παῖδας τοὺς Ἄκτορος, Κάλαϊς δὲ καὶ Ζήτης τὰς Ἁρπυίας Φινέως ἀπελαύνουσιν· Πειρίθους τε καὶ Θησεὺς ἡρπακότες εἰσὶν Ἑλένην καὶ ἄγχων Ἡρακλῆς τὸν λέοντα, Τιτυὸν δὲ Ἀπόλλων τοξεύει καὶ Ἄρτεμις·