# Ἑλλάδος Περιηγήσεως 18.6-4

Pausanias, Ἑλλάδος Περιηγήσεως, Μεσσηνιακά, Chapter 18. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pausanias/text/18.6-4

καὶ ὁ μὲν ὡς ἐς τὸ τέρμα ἦλθε τοῦ βαράθρου, κατεκλίθη τε καὶ ἐφελκυσάμενος τὴν χλαμύδα ἀνέμενεν ὡς πάντως οἱ ἀποθανεῖν πεπρωμένον· τρίτῃ δὲ ὕστερον ἡμέρᾳ ψόφου τε αἰσθάνεται καὶ ἐκκαλυψάμενος—ἐδύνατο δὲ ἤδη διὰ τοῦ σκότους διορᾶν—ἀλώπεκα εἶδεν ἁπτομένην τῶν νεκρῶν. ὑπονοήσας δὲ ἔσοδον εἶναι τῷ θηρίῳ ποθέν, ἀνέμενεν ἐγγύς οἱ τὴν ἀλώπεκα γενέσθαι, γενομένης δὲ λαμβάνεται· τῇ δὲ ἑτέρᾳ χειρί, ὁπότε ἐς αὐτὸν ἐπιστρέφοιτο, τὴν χλαμύδα προὔβαλλέν οἱ καὶ δάκνειν παρεῖχε. τὰ μὲν δὴ πλείω θεούσῃ συνέθει, τὰ δὲ ἄγαν δυσέξοδα καὶ ἐφείλκετο ὑπʼ αὐτῆς· ὀψὲ δέ ποτε ὀπήν τε εἶδεν ἀλώπεκι ἐς διάδυσιν ἱκανὴν καὶ φέγγος διʼ αὐτῆς.

---

Pausanias, Ἑλλάδος Περιηγήσεως, ed. Friedrich Spiro. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0525.tlg001.local001/.
