Ancient Greek
Λακωνικά, Chapter 19
Pausanias, Ἑλλάδος Περιηγήσεως 19.8-2
Not analysed yet
Θηρίταν δὲ ἐπονομάζουσιν ἀπὸ Θηροῦς, ταύτην γὰρ τροφὸν εἶναι τοῦ Ἄρεως λέγουσι. τάχα δʼ ἂν ἀκηκοότες παρὰ Κόλχων Θηρίταν λέγοιεν, ἐπεὶ Ἔλληνές γε οὐκ ἴσασιν Ἄρεως τροφὸν Θηρώ· δοκεῖν δέ μοι Θηρίτας οὐ διὰ τὴν τροφὸν ἡ ἐπωνυμία τῷ Ἄρει γέγονεν, ὅτι δὲ ἀνδρὶ χρὴ πολεμίῳ καταστάντα ἐς μάχην οὐδὲν ἔτι ἔχειν ἤπιον, καθὰ δὴ καὶ Ὁμήρῳ περὶ Ἀχιλλέως πεποίηται λέων δʼ ὣς ἄγρια οἶδεν. Hom. Il. 24. 41