Ancient Greek
Λακωνικά, Chapter 20
Pausanias, Ἑλλάδος Περιηγήσεως 20.1-3
Not analysed yet
ἐν Θεράπνῃ δὲ κρήνην τὴν Μεσσηίδα ἰδὼν οἶδα. Λακεδαιμονίων δὲ ἑτέροις ἐστὶν εἰρημένον τὴν Πολυδεύκειαν ὀνομαζομένην ἐφʼ ἡμῶν, οὐ τὴν ἐν Θεράπνῃ Μεσσηίδα καλεῖσθαι τὸ ἀρχαῖον· ἡ δὲ Πολυδεύκειά ἐστιν αὐτή τε ἡ κρήνη καὶ Πολυδεύκους ἱερὸν ἐν δεξιᾷ τῆς ἐς Θεράπνην ὁδοῦ.