Ancient Greek
Λακωνικά, Chapter 21
Pausanias, Ἑλλάδος Περιηγήσεως 21.9-2
Not analysed yet
ὃν δὲ ὀνομάζουσι Γυθεᾶται Γέροντα, οἰκεῖν ἐν θαλάσσῃ φάμενοι, Νηρέα ὄντα εὕρισκον· καί σφισι τοῦ ὀνόματος τούτου παρέσχεν ἀρχὴν Ὅμηρος ἐν Ἰλιάδι ἐν Θέτιδος λόγοις· ὑμεῖς μὲν νῦν δῦτε θαλάσσης εὐρέα κόλπον, ὀψόμεναί τε γέρονθʼ ἅλιον καὶ δώματα πατρός. Hom. Il. 18. 140-141καλοῦνται δὲ ἐνταῦθα καὶ πύλαι Καστορίδες, καὶ ἐν τῇ ἀκροπόλει ναὸς καὶ ἄγαλμα Ἀθηνᾶς πεποίηται.