# Ἑλλάδος Περιηγήσεως 22.2-3-3

Pausanias, Ἑλλάδος Περιηγήσεως, 22.2 to 22.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pausanias/text/22.2-3

τοῦτο μὲν δὴ τὸ ἱερὸν ποιῆσαι λέγουσιν Ἀλέξανδρον· Μενέλαος δὲ Ἴλιον ἑλὼν καὶ ἔτεσιν ὕστερον ὀκτὼ μετὰ Τροίας πόρθησιν οἴκαδε ἀνασωθεὶς ἄγαλμα Θέτιδος καὶ θεὰς Πραξιδίκας ἱδρύσατο ἐγγὺς τῆς Μιγωνίτιδος. Διονύσου δὲ ὄρος ἱερὸν Λαρύσιον καλούμενόν ἐστιν ὑπὲρ τοῦ Μιγωνίου· καὶ ἦρος ἀρχομένου Διονύσῳ τὴν ἑορτὴν ἄγουσιν ἄλλα τε ἐς τὰ δρώμενα λέγοντες καὶ ὡς βότρυν ἐνταῦθα ἀνευρίσκουσιν ὡραῖον. ἐν ἀριστερᾷ δὲ Γυθίου στάδια προελθόντι ὡς τριάκοντα ἔστιν ἐν τῇ ἠπείρῳ Τρινασοῦ καλουμένης τείχη, φρουρίου ποτὲ ἐμοὶ δοκεῖν καὶ οὐ πόλεως. γενέσθαι δέ οἱ δοκῶ τὸ ὄνομα ἀπὸ τῶν νησίδων, αἳ ταύτῃ πρόκεινται τῆς ἠπείρου τρεῖς ἀριθμόν. προελθόντι δὲ ἀπὸ Τρινασοῦ στάδια ὡς ὀγδοήκοντα τοῦ Ἕλους τὰ ἐρείπια ὑπόλοιπα ἦν, καὶ μετὰ ταῦτα τριάκοντα

---

Pausanias, Ἑλλάδος Περιηγήσεως, ed. Friedrich Spiro. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0525.tlg001.local001/.
