# Ἑλλάδος Περιηγήσεως 22.9-2

Pausanias, Ἑλλάδος Περιηγήσεως, Λακωνικά, Chapter 22. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pausanias/text/22.9-2

τάδε μὲν ἀπὸ Ἀκριῶν ἄνω πρὸς ἤπειρον· τὰ δὲ πρὸς θαλάσσῃ, πόλις Ἀσωπὸς Ἀκριῶν ἀπέχει σταδίους ἑξήκοντα. ἐν αὐτῇ δὲ ναός τε Ῥωμαίων βασιλέων καὶ ἀνωτέρω τῆς πόλεως ὅσον τε σταδίους δώδεκα ἱερόν ἐστιν Ἀσκληπιοῦ· Φιλόλαον τὸν θεὸν ὀνομάζουσι. τὰ δὲ ὀστᾶ ἐν τῷ γυμνασίῳ τὰ τιμώμενα μεγέθει μὲν ὑπερβάλλοντα, ἀνθρώπου δὲ ὅμως ἐστί. καὶ Ἀθηνᾶς ἱερόν ἐστιν ἐν τῇ ἀκροπόλει Κυπαρισσίας ἐπίκλησιν. τῆς δὲ ἀκροπόλεως πρὸς τοῖς ποσὶ πόλεως ἐρείπια καλουμένης Ἀχαιῶν τῶν Παρακυπαρισσίων.

---

Pausanias, Ἑλλάδος Περιηγήσεως, ed. Friedrich Spiro. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0525.tlg001.local001/.
